Ancient Greek
760.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 760.2
Unproofread scanNot analysed yet
2. Θεός, καὶ Κύριος, καὶ παντοκράτωρ, καὶ Σαβαωθ (50), καὶ ὤν, καὶ Ἄδωναι, καὶ Ἐλωὶ, ὁ Θεὸς ἐν ταῖς Γραφαῖς ἐφρηται · ἀγέννητος δὲ οὐδαμῶ. Εἰ δὲ τις καὶ τοῦτο συγχωρήσει, καὶ τὸ ἀγέ-νητος καὶ τὰ προκείμενα ὀνόματα λέγειν ἀρμόσει καὶ Ἰουδαίοις καὶ πᾶσι Χριστιανοῖς· λέγων· τὸ Πατὴρ Χριστοῦ. Εἰ οὖν . . μόνον χωρίζον ἡμᾶς τῶν ἄλλων ψευδὴς, καὶ οὐχ ἀληθὴς (51), καὶ ὄνομα θέσει, καὶ οὐ πρᾶγμα φύσει · ψευδὴς ἡ πίστις ἡμῶν, καὶ ἡ ἐλπίς ματαια. Οὐ γὰρ ἀδεδάιος ἡ ἀρχή, καὶ τὸ τέλος ἀνίσχυρον. Πάλιν ἐρωτῶσιν · Εἰ ὤν ἐγεννήθη ὁ Υἱός, ἡ μὴ ὤν · ἀσαφὲς καὶ χαοστέχουν τῆς ἐρωτῆσεως οὐσίας αὐτῶν. Αἰσχυνόμενοι γὰρ τὸ πότε, καὶ ἂν χρόνῳ, ἐρωτῶσι, τὸ ὤν λέγοντες. Ἀντερωτήσον αὐτούς · Εἰ ὤν ὁ Θεὸς Πατὴρ τὸν Υἱὸν ἐγέννησεν, ἡ μὴ ὤν Πατήρ; Εἰ μὲν γὰρ ὤν Πατήρ, ὤν δυντα ἐγέν-νησεν · εἰ δὲ οὐχ ὤν, γεννητὸς καὶ οὐ φύσει Πατήρ. Πᾶσαν δὲ φιλονεικίαν αὐτῶν ἀποκλείουσιν αἱ θείαι Γραφαί, Μωσέως μὲν βούντος περὶ τοῦ Υἱοῦ, Ὁ ὤν με ἀπέστειλε · τοῦ δὲ εὐαγγελιστοῦ, Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Καὶ οὐχ ἅπαξ τὸ ἦν, ἀλλὰ τέταρτον. Καὶ πάλιν ἀλλαχοῦ · Ὁ ὤν ἐκ τοῦ Θεοῦ · καὶ· Ὁ ὤν ἐν τοῖς κόλποις τοῦ Πατρός · καὶ ἐν ἑτέροις· Ὁ ὤν ἐν τῷ οὐρανῷ. Καὶ ἐν τῇ Ἀποκαλύψει· Ὁ ὤν, καὶ ὁ ἦν (52), καὶ ὁ ἐρχόμενος · καὶ ὁ Παῦλος· Ὁς ὤν ἀπαύγασμα τῆς δόξης · καὶ· Ὁς ἐν μορφῇ Θεοῦ ὑπάρχων · καὶ πάλιν· Ὁ ὤν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ ἀληθινὸς Θεός, καὶ φῶς, καὶ ἀτρεπτος, καὶ ἀγαθός, καὶ ἅγιος, καὶ Κύριος ὁ Υἱός, ταῦτα δὲ καὶ ὁ Πατὴρ ὤν, οὐχ ὁμοίως ἐστιν, ἀλλὰ μειζόνως · οὐχ οὐσίας ὑπεροχή (53) ἀλλὰ ποιότητος ὑπερβολή.