Ancient Greek
763.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 763.1
Unproofread scanNot analysed yet
ἀδύνατα. Εἰ τὸ ἀγέννητος ὄνομα τῆς οὐσίας τοῦ Θεοῦ, ἡ τὴν οὐσίαν τὴν ἰδίαν εἰδὼς ὁ Θεὸς τὸ ὄνομα τῆς οὐσίας ἠγνόησεν, ἢ καὶ τὸ ὄνομα εἰδὼς τοὺς ἀκούοντας ἠπάτησεν. Κύριος γὰρ φησίν· *Παντοκράτωρ ὄνομά μου* (70). Καὶ παρὰ Μωϋσέως ἐρωτηθεὶς τί ὄνομα αὐτῷ, φησίν· *'Εγώ εἰμι ὁ ὤν*· καὶ πάλιν· *Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς (71) Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακὼβ*· τοῦτό μοι ὄνομα αἰώνιον· καὶ Δαβὶδ· *Κύριος ὄνομά σοι* (72). Ἀγένητον δὲ ὄνομα οὔτε αὐτὸς ἑαυτῷ, οὔτε τις τῶν ἁγίων εἴρηκεν. Εἰ δὲ οὔτε ἠπάτησεν, οὔτε ἠγνόησεν (ἀσεβὲς γὰρ εἶναι τοῦτον εἰπεῖν), τὸ ἀγέννητος οὐχ ὄνομα αὐτοῦ. Τὸ ἀγέννητον ἢ οὐσία ἐστίν, ἢ συμβεβηκὸς (παρὰ ταῦτα (73) γὰρ οὐδὲν ἂν εἴη)· ἀλλ' οὐσία μὲν οὐκ ἔστιν, οὔτε γὰρ τὸ ἀντιδιαστελλόμενον αὐτῷ· γεννητὸς γὰρ ὁ Υἱός, οὐ καθ' οὐσίαν, ἀλλὰ καθ' ἐγέννησιν· εἰ δὰ συμβεβηκός, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Ἄλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ Θεῷ καὶ οὐσίαν (74) καὶ συμβεβηκὸς εἶναι. Ἵς ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν. Εἰ δὲ ἐνδεχομένως (75), ἔσται καὶ ἀγέννητος ποτε καὶ γεννητός. Εἰ ἀγέννητον λέγουσιν τὸν Θεόν, ὅτι μὴ ἐγεννήθη, οὐ τί ἐστιν ἢ οὐσία αὐτοῦ, λέγουσιν, ἀλλὰ τί οὐκ ἔστιν. Οὐδεμία δὲ οὐσία ἐξ ὧν οὐκ ἔστι γινώσκεται, ἀλλ' ἐξ ὧν ἐστι. Καὶ τὸ ἀθάνατος γὰρ, καὶ τὸ ἀφθαρτὸς καὶ τὸ ἀτρέπτως, οὐ τὴν οὐσίαν αὐτοῦ, ἀλλ' ὅτι μὴ ἀποθνῄσκει, μήτε φθείρεται, μήτε τρέπεται ὡς τὰ κτίσματα, δηλοῖ. Διδασκέτωσαν οὖν τί ὁ Θεὸς ἐστιν, οὐ τί οὐκ ἔστιν. Εἰ τὸ ἀγέννητος οὐχ ὄνομα οὐσίας, ἀλλ' αὐτοῦσια (76), οὐσία δὲ καὶ ὁ Υἱός· ἀγέννητος καὶ ὁ Υἱός, καὶ πᾶσα δὲ οὐσία ἀγέννητος. Εἰ τὸ ἀγέννητον οὐσία τοῦ Θεοῦ, καὶ τὸ γέννημα οὐσία τοῦ Υἱοῦ· τὸ κτίσμα οὖν ἢ ποίημα οὐχ οὐσία αὐτοῦ. Μία γὰρ καὶ οὐ πολλαὶ οὐσίαι ὁ Υἱός. Ἄνθρωπὸν τις εἴπῃν, ἢ λίθον, ἢ ξύλον, οὐσίαν τινὰ δηλοῖ· γέννημα δὲ εἴπῃν, οὐχ οὐσίαν ἀπλῶς δηλοῖ· ἐπεὶ πᾶν γέννημα οὐσία μία. Εἰ δὲ οὐχ οὐσίαν τινὸς τὸ γέννημα σημαντικόν, οὐδὲ τὸ ἀγέννητον δηλοῖν· ὅτι. Εἰ ἀγέννητός ἐστιν ὁ Θεός, ὅτι μὴ ἐγεννήθη· οὕτω καὶ ἀφθαρτός, ὅτι μὴ φθείρεται. Ὄσπερ οὖν τὸ ἀφθαρτὸν τὸ ἀτελεύτητον αὐτοῦ δηλοῖ, οὕτω καὶ τὸ ἀγέννητον τὸ ἀναρχον. Εἰ δὲ ἀγέννητος μὲν, οὐκ ἀφθαρτὸς δέ, ἔσται μὲν ἀναρχος, οὐχ ἀτελεύτητος δὲ· ἔπερ ἄτοπον. Οὐχ οὐσία οὖν τὸ ἀγέννητον, ἀλλὰ δῆλωσις τοῦ μὴ γεγεννηθᾶναι. Εἰ φύσει ἀγέννητος ὁ Πατήρ, φύσει γεννητὸς καὶ ὁ Υἱός. Εἰ δὲ φύσει γέννημα, οὐκέτι κτίσμα. Ὄντος οὖν τοῦ φύσει γεννηματος (77), ἀνάγκη καὶ τὸν γεννήσαντα εἶναι· γέννημα