Ancient Greek
764.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 764.1
Unproofread scanNot analysed yet
γὰρ χωρὶς γεννησαντος οὐχ ἂν εἴη. Ἀεγέτωσαν οὖν ἃν τὸν γεννησαντα, εἰ ὁ Πατὴρ οὐκ ἐγέννησεν. Εἰ ὁ Θεὸς ἀγέννητος οὐσία, καὶ ὁ Υἱὸς (78) γεννητὸς οὐσία, καὶ ὁ Παράκλητος κτίσμα οὐσία, τὸν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ὀνόματα μόνον χωρὶς οὐσιῶν. Βαπτιζέτωσαν οὖν εἰς ἀγέννητον, καὶ γεννητὸν, καὶ κτίσμα. Τὰ γὰρ πρόγρηματα τῶν ὀνομάτων ἰσχυρότερα, καὶ τὰ δυνα τῶν λεγομένων πρὸς ἐνέργειαν ὑφεριμώτερα. Εἰ ἀγέννητος, φασίν, ὁ Πατήρ, γεννητὸς δὲ ὁ Υἱός, οὐ τῆς αὐτῆς οὐσίας. Ἀγέννητος γὰρ καὶ γεννητὸς οὐχ ἂν εἴη μιᾶς οὐσίας. Ἄλλ' οὐχ οὐσίας ἡμεῖς ταῦτα λέγομεν, ὀνόματα δὲ δηλοῦντα τὴν ἐκάστου αὐτῶν ὑπαρξιν. Οὐδὲν δὲ κωλύει διαφόρων ὀνομάτων μιαν οὐσίαν εἶναι, ὡς καὶ τὸ ἐναντίον διαφόρων οὐσιῶν τῆς κτίσεως ἐν ὀνομα.