Ancient Greek
765.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 765.3
Unproofread scanNot analysed yet
ἐξὲι πάντων, τοῖς δὲ ἄλλοις ταύτον ἔσται ἀγγέλοις καὶ πνεύμασι καὶ ψυχαῖς. Καὶ γὰρ ταῦτα ἀθάνατα καὶ ἀτελεύτητα. Εἰ δὲ μὴ ἀφ' ὧν (84) οὐκ ἔστιν, ἀλλ' ἀφ' ὧν ἔστιν ὑπερέχει (οὐδὲ γὰρ ἄνθρωπος ἀλόγος βελτίων τῷ μὴ εἶναι ψύχω καὶ ἀναίσθητος · ταῦτα γὰρ καὶ τὸ ἄλογον, ἀλλὰ τῷ (85) εἶναι λογικός) · οὕτω καὶ ὁ Θεός, οὐ τῷ ἀγέννητος, ἀλλὰ τῷ πάντων αἴτιος εἶναι, ἔσται μείζων. Εἰ ἀντιδιαστέλλεται ὁ ἀγέννητος τῷ γεννητῷ (86) · ὁ δὲ ἀγέννητος οὐσία ἀπλῆ · καὶ τῷ (87) ἀτρεπτος καὶ ἀθάνατος καὶ ἀσχημάτιστος, καὶ πᾶσιν ἀντιδιασταλθήσεται πρὸς τὴν γεννητόν. Εἰ γὰρ τινὶ μὲν ἀντιδιαστέλλεται, τοῖς δὲ λοιποῖς οὔ, σύνθετος καὶ οὐχ ἀπλοῦς. Εἰ ὁ γνούς, ὅτι ἀγέννητός ἐστιν ὁ Θεός, ὅ τι ποτὲ ἐστιν ὁ Θεὸς ἀκριβῶς ἔγνω, μείζονα δὲ οὐδὲν εἶναι τοῦ τοῦ Θεοῦ κατὰ τὴν αὐτοῦ φύσιν γνῶναι, ἀλλ' αὕτη ἐστὶν ἡ αἰώνιος ζωή, ὁ διδάξας ἡμᾶς (88), ὅτι ἀγέννητός ἐστιν ὁ Θεός, μείζων εὑρεθήσεται ὧν ὁ Θεὸς ἠτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκεῖνον γὰρ οὐδὲν δυνατὸν ἄνθρωπον δυναι γνῶναι · ὧν οὔτε ὀφθαλμὸς τις εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἄλλα μὲν καὶ ἁμαρτωλοὶ τὸ ἀγέννητον ὄνομα ἤκουσαν. Τὸ μείζων οὖν ἢ δι' ἑαυτοῦ ἢ δι' ἑτέρου ὁ Θεὸς τοὺς ἁμαρτωλοὺς διδάξας, τὸ ἧττον καὶ μηδὲν εἰς ζωὴν αἰώνιον συντελοῦν τοῖς δικαίοις ἐφυλάξατο. Καὶ πῶς οὐκ ἄτοπον; Τὸ ἀγέννητον οὔτε ὅρος ἐστὶ Θεοῦ, οὔτε ἴδιον. Ταῦτα γὰρ ἀντιστρέφει ἐκείνοις ὧν ὅρος ἢ ἴδιον τυγχάνουσιν. Ἄνθρωπος γὰρ ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν · καὶ εἰ τι ζῷον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἄνθρωπος τοῦτο (89) · ἴδιον δὲ ἀνθρώπου τὸ γελαστικόν, καὶ εἰ τι γελαστικόν, ἄνθρωπος. Τὸ δὲ ἀγέννητος εἰ τις συγχωρήσει ἐπὶ μόνου Θεοῦ λέγεσθαι, οὐχ ἅμα καὶ εἰ τι Θεός, τοῦτο ἀγέννητον. Ὁ οὖν Υἱός, Θεὸς ὢν, οὐχ ἀγέννητός ἐστιν. Οὔτε γοῦν ὅρος (90) οὔτε ἴδιον τὸ ἀγέννητος · οὐ γὰρ ἀντιστρέφει (91).