Ancient Greek
764.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 764.2
Unproofread scanNot analysed yet
3. Εἰ ὁμοούσιος, φασίν, ὁ Υἱὸς τῷ Πατρὶ ὁ Πατὴρ δὲ ἀγέννητος, ὁ δὲ Υἱὸς γεννητός· ἡ αὐτὴ ἄρα οὐσία ἀγέννητος καὶ γεννητή. Ἄλλ' οὐ μέρος φαμέν τὸν Υἱὸν τοῦ Πατρός, ὡς διαιρουμένην τὴν οὐσίαν ἀγέννητον καὶ γεννητὸν εἶναι, ἀλλ' ὅλον ὅλου γεννητὸν ἐξ ἀγεννήτου, τέλεια δύο, καὶ οὐ δύο μέρη ἐξ ἑνὸς τινος. Εἰ ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἐλήλυθεν ὁ Σωτήρ, ὡς αὐτὸς φησίν, Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου· πάντα ὅσα ὁ Πατὴρ λέγεται (79), ἀνάγκη καὶ τὸν Υἱὸν λέγεσθαι. Ἀεγοῦσται οὖν καὶ ἀγέννητος, εἰ καὶ τοῦτο ὄνομα τοῦ Πατρός. Εἰ δὲ (80) τιμὴ τοῦ Πατρὸς ἐστι· τὸ ἀγέννητος ὄνομα, ὁμοίως δὲ καὶ τὸν Υἱὸν τιμᾶν δεῖ, κατὰ τὴν αὐτοῦ φωνὴν τὴν λέγουσαν· Ἵνα πᾶντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα· ἀνάγκη καὶ τὸν Υἱὸν ἀγέννητον λέγειν, ἵνα μία τιμὴ Πατρὸς καὶ Υἱοῦ σώζηται. Εἰ ἐφανέρωσεν ὁ Υἱὸς τὸ ὄνομα τοῦ Πατρὸς τοῖς ἀνθρώποις, ὡς αὐτὸς φησίν, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις, κύριον δὲ τῆς οὐσίας αὐτοῦ ὄνομα τὸ ἀγέννητος· δεικνύουσιν ποῦ ἀγέννητον αὐτὸν ὁ Σωτὴρ ἐφάνη. Εἰ μείζων πάντων ἐστίν ὁ Θεός, πότερον ἡ οὐσία (81) μείζων ἐστίν, ἢ τῷ πάντων αὐτῶν αἴτιον εἶναι, αὐτὸν δὲ μηδενὸς γεγεννηθαι; Εἰ μὲν γὰρ ἡ οὐσία, καὶ πᾶσα ἡ οὐσία μείζων πάντων ἐστίν· εἰ δὲ ἡ ἀγέννητος, οὐ ταύτων ἄρα οὐσία καὶ ἀγέννητος (82). Εἰ τὸ ἀγέννητον ἔστι τι, καὶ τὸ ἀθάνατον, καὶ τὸ ἀτελεύτητον, καὶ τὸ ἄνοσον, καὶ τὸ ἀγήρων (83) ἔστι τι. Οὐκοῦν τῷ μὲν ἀγεννῆ ἐναι ὑπερ-