Ancient Greek
768.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 768.1
Unproofread scanNot analysed yet
καὶ ὁ Υἱὸς δὲ ἐξ οὐκ ὄντων τὰ πάντα · ἡ αὐτὴ δημιουργεῖν δυναμένων, οὐδαμοῦ τῆς διαφορᾶς τῶν δημιουργουμένων σκοπουμένη. Ἐπεὶ καὶ τῆς κτίσεως ἐν πολλοῖς κατὰ πολλὰ διαφόρῳ τυγχανούσης, οὐ διαφόρῳ ὁ δημιουργός, ἀλλ’ εἰς ὁ Υἱός, δι’ οὗ τὰ πάντα ἐγένετο. Εἰ τῶν ἐξ οὐκ ὄντων πρώτων (9) Θεοῦ ποίημα ὁ Χριστός, καὶ οὕτως πιστεύοντες αὐτῷ λατρεύοιμεν Ἀρειανοί. Ἰὼδ δὲ πρῶτον ποίημα (10) Θεοῦ τὸν διάβολον λέγει εἰπών · Τοῦτό ἐστι πρῶτον ἀρχὴ πλάσματος Κυρίου · λαμβάνουσι τῷ διαβόλῳ λατρεύοντες, καὶ οὐχὶ τῷ Υἱῷ τοῦ Θεοῦ (11). Εἰ δὲ τοῦ Υἱοῦ (12) τὸ πρῶτον αὐτὸν εἴρηκέναι ποίημα λέξουσιν, οὐκέτι ποίημα τὸ Πνεῦμα κατ’ αὐτοὺς τοῦ Κυρίου, ἢ καὶ μετὰ τὸν διάβολον γεγόνενον εὑρεθήσεται. Εἰ ἡ πίστις ἡμῶν ἡ εἰς τὸν Υἱὸν ἐργὸν ἐστὶ τοῦ Θεοῦ (Τοῦτο γάρ, φησίν, ἐστὶ τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύητε (13) εἰς ὃν ἀπέστειλεν ἐκεῖνος), τὴν γάρ ἡ εἰς αὐτὸν πίστις καὶ αὐτός. Εἰς τὸ (14), («Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται. »Εἰ θεῖκώς ὁ Υἱὸς τῷ Πατρὶ ὑποτάχθαι, ἐξ ἀρχῆς ἂν ὑπέτακτο (15), ἐξ οὗ καὶ Θεὸς ἦν. Εἰ δὲ οὐχ ὑπέτακτο, ἀλλ’ ὕστερον ὑποτάγησεται, ἀνθρωπίνως, ὡς ὑπὲρ ἡμῶν, καὶ οὐ θεῖκώς ὑπὲρ ἑαυτοῦ. Εἰς τὸ, «Διὰ τοῦτο ἐχαρίσατο αὐτῷ ὁ Θεὸς ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. »Εἰ μετὰ τὴν ἐνανθρώπησιν, διὰ τὴν ὑπακοήν, τὸ ὑπὲρ πᾶν ὄνομα τῷ (16) Υἱῷ Θεοῦ ὅντι ὁ Πατὴρ ἐχαρίσατο, καὶ πᾶσα γλῶσσα ἐξωμολογήσατο (17) Κύριον · πρὸ τῆς ἐνανθρωπήσεως οὔτε τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα εἶχεν, οὔτε παρὰ πάντων τὴν ὁμολογίαν τοῦ εἶναι Κύριον. Μείζων οὖν ἐγένετο μετὰ τὴν ἐνανθρώπησιν τοῦ πρὸ τῆς ἐνανθρωπήσεως, ὅπερ ἀτοπον. Τοιοῦτο δὲ ἐστι καὶ τὸ · Ἐδῶθι μοι πᾶσα ἐξουσία ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς. Εἰς τὴν ἐνανθρώπησιν οὖν, καὶ οὐχ εἰς τὴν θεότητα ταῦτα νοεῖν δεῖ. Εἰς τὸ, «Πατὴρ μου μείζων μου ἐστίν. »Τὸ μείζων ἢ μεγέθει, ἢ χρόνῳ, ἢ ἀξιώματι, ἢ δυνάμει, ἢ ὡς αἴτιον μείζων λέγεται. Ἄλλα μεγέθει μὲν ὁ Πατὴρ τοῦ Υἱοῦ οὐχ ἂν λεχθεῖν μείζων · ἀσώματος γάρ. Ἄλλ’ οὐδὲ χρόνῳ · ὁ γὰρ Υἱὸς αὐτῶν δημιουργός. Ἄλλ’ οὐδὲ ἀξιώματι · οὗ γὰρ ἐγένετο δ οὐχ ἦν ποτε (18). Οὔτε μὴν δυνάμει · Πάντα γὰρ ὅσα ὁ