Ancient Greek
769.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 769.2
Unproofread scanNot analysed yet
A Πατὴρ ποιεῖ, καὶ ὁ (19) Υἱὸς ὁμοίως ποιεῖ. Οὐτὲ ὡς αἴτιος · ἐπεὶ ὁμοίως καὶ αὐτοῦ καὶ ἡμῶν μεῖζων, εἴπερ γὰρ αὐτοῦ (20) καὶ ἡμῶν αἴτιος. Τιμὴν τοίνυν μᾶλλον τὸ ἡρῆν Υἱοῦ πρὸς Πατέρα, οὐχ ἐλάττωσιν τοῦ εἰπόντος δείκνυσιν, ἐπειτα τὸ μεῖζον ὁ πάντως καὶ ἐτεροούσιον (21). Ἄνθρωπος γὰρ ἀνθρώπου μεῖζων λέγεται, καὶ ἵππος ἵππου. Ὥστε εἰ καὶ μεῖζων ὁ Πατὴρ λέγεται, οὐχ εὐθὺς καὶ οὐσίας ἑτέρας. Καθόλου δὲ τὰ (22) συγκριτικὰ ἐπὶ τῶν ὁμοούσιων, καὶ οὐχ ἐπὶ τῶν ἐτεροούσιων λέγεται. Μεῖζον γὰρ ἄνθρωπος ἀλόγου, οὐ κυρίως λέγεται · οὐδὲ ἄλογον ἀλύγου · ἀλλ᾽ ἄνθρωπος ἀνθρώπου, καὶ ἄλογον ἀλόγου · ὁμοούσιος οὖν ὁ Πατὴρ τῷ Υἱῷ, κἂν μεῖζων λέγηται.