Ancient Greek
773.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 773.2
Unproofread scanNot analysed yet
Εἰς τὸ, Κύριος ἐκτισέ με. Εἰ ὁ ἐν σαρκὶ φησίν, Ἐγώ εἰμι ἡ ὁδός· καὶ ὁ αὐτός· Οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ· αὐτός ἐστι καὶ ὁ εἰπών· Κύριος ἐκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ. Λέγεται δὲ καὶ ἐπὶ γεννήματος κτίσμα καὶ ποίημα, ὡς τὸ, Ἐκτισάμην (49) ἄνθρωπον διὰ τοῦ θεοῦ· καὶ πάλιν· Ἐποίησεν υἱούς καὶ θυγατέρας· καὶ ὁ Δαβὶδ· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, οὐχ ἄλλην αἰτῶν, ἀλλὰ τὴν οὖσαν καθαρῆναι ἠτηκέν. Εἴρηται δὲ καὶ καινὴ κτίσις, οὐχ ὡς ἄλλης κτίσεως γενομένης, ἀλλὰ τῶν φωτιζομένων εἰς βελτίους ἔργους κατασκευαζομένων. Εἰ εἰς ἔργα τὸν Υἱὸν ὁ Πατὴρ ἐκτίσεν, οὐ δι’ αὐτόν, ἀλλὰ διὰ τὰ ἔργα αὐτὸν ἐκτίσεν. Τὸ δὲ δι’ ἕτερον καὶ οὐ δι’ αὐτὸ (50) γινόμενον, ἢ μέρος ἐκείνου δι’ ὃ ἐγένετο, ἢ ἧττον αὐτοῦ. Ἔσται οὖν ἢ μέρος ὁ Σωτὴρ τῆς κτίσεως, ἢ ἧττων τῆς κτίσεως. Ἀνάγκη (51) οὖν εἰς τὴν ἀνθρωπότητα αὐτοῦ νοεῖν. Εἴποι δ’ ἄν τις καὶ τὸν Σολομῶνα περὶ τῆς σοφίας ἐκείνης εἰρηχέναι ταῦτα (52), ἧς καὶ ὁ Ἀπόστολος μέμνηται εἰπών· Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν. Ἀλλως τε καὶ οὐδὲ προφήτης ὁ εἰπών, ἀλλὰ Παροιμιῶν συγγραφεύς. Αἱ δὲ παροιμίαι εἰκόνες ἑτέρων, οὐχ αὐτὰ τὰ λεγόμενα. Εἰ ὁ θεὸς Υἱὸς ἦν ὁ λέγων, Κύριος ἐκτισέ με, μᾶλλον ἂν εἴπεν, ὁ Πατὴρ ἐκτισέ με. Οὐδαμοῦ γὰρ αὐτὸν Κύριον ἐκαλοῦ, ἀλλὰ τὸν Πατέρα ἐκάλεῖ. Ἀπτεῖν οὖν τὸ μὲν, ἐγέννησεν, ἐπὶ τοῦ θεοῦ Υἱοῦ, τὸ δὲ, ἐκτίσεν, ἐπὶ τοῦ τὴν μορφὴν τοῦ δούλου λαβόντος. Ἐν πᾶσι δὲ τούτοις οὐ δύο λέγομεν, θεὸν ἰδίᾳ, καὶ ἀνθρώπων ἰδίᾳ (εἷς γὰρ ἦν), ἀλλὰ κατ’ ἐπίνοιαν τὴν ἑκάστου φύσιν λογιζόμενοι. Οὐδὲ γὰρ Πέτρος δύο ἐνόησεν εἰπών· Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί. Εἰ γέννημα, φασίν, ὁ Υἱὸς ἐστι, καὶ οὐ ποίημα, πῶς ἡ Γραφὴ λέγει· Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραήλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησεν; Ῥητὸν οὖν καὶ ἐνταῦθα περὶ τοῦ ἐκ Μαρίας τοῦ κατὰ (53) σάρκα εἰρήσθαι· ὡς γοῦν καὶ ὁ ἄγγελος ὁ εὐαγγελιζόμενος