Ancient Greek
774.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 774.1
Unproofread scanNot analysed yet
τοὺς ποιμένας λέγει ὅτι, Ἐτέχθη ὑμῖν σήμερον Σω-τήρ, ὃς ἐστι Χριστὸς Κύριος. Τὸ γὰρ, Σήμερον, οὐχ ἂν περὶ τοῦ πρὸ αἰώνων νοηθείη. Σαφέστερον δὴ τὴν ἐξῆς δείκνυσι, λέγωντος (54)· Τοῦτον τὸν Ἰη-σοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Εἰ δὲ ἐγεννήθη ὁ Υἱός, τότε σοφία ἐγένετο, ψευδὲς (55) δὲ, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Ἡ γὰρ αὐτοῦ σο-φία (56) οὐχ ἐγένετο, ἀλλ’ ἦν ἀεὶ. Καὶ τοῦτο οὖν ὡς ἐπὶ τοῦ Πατρὸς λεγόμενον παρὰ Δαβὶδ· Γενού μοι εἰς Θεὸν ὑπερασπιστήν· καὶ, Ἐγένου μοι εἰς σωτηρίαν· καὶ ὁ Παῦλος· Γινέσθω δὲ ὁ Θεὸς ἀλη-θής, πᾶς δὲ ἄνθρωπος ψεύστης· οὕτω καὶ ὁ Κύριος Ἐγενήθη (57) ἡμῖν ἀπὸ Θεοῦ σοφία, καὶ ἀγια-σμὸς καὶ ἀπολύτρωσις. Εἰ οὖν ὁ Πατὴρ γενόμενος ὑπερασπιστὴς καὶ ἀλήθης, οὐ ποιήμα· καὶ ὁ Υἱὸς γενόμενος σοφία καὶ ἀγιασμὸς, οὐ ποιήμα. Εἰ ἀληθὴς τὸ, Ἐς Θεὸν ὁ Πατὴρ· ἀληθὲς δηλοῦντι καὶ τὸ, Ἐς Κύριος Ἰησοῦς Χριστὸς ὁ Σωτήρ. Οὔτε οὖν Θεὸς ὁ Σωτὴρ κατ’ αὐτούς, οὔτε ὁ Πατὴρ Κύριος. Καὶ μά-την τὸ, Εἶπερ ὁ Κύριος τῷ Κυρίῳ μου. Ψευδὲς δὲ καὶ τὸ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεὸς σου· καὶ τὸ, Ἔδρεξε Κύριος παρὰ Κυρίου· καὶ τὸ, Ἐσώθησεν ὁ Θεὸς κατ’ εἰκόνα Θεοῦ· καὶ, Τὶς Θεὸς παρὲξ τοῦ Κυρίου· καὶ, Τὶς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν· καὶ ὁ Ἰωάννης ὅτι, Θεὸς ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· καὶ ὁ Θωμᾶς ἐπὶ τοῦ Υἱοῦ· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου. Πρὸς τὰ κτήματα οὖν καὶ τοὺς ψευδεῖς θεοὺς καὶ οὐ κυ-ρίους εἰρημένους νοεῖν τὰς ἀντιδιαστολὰς δεῖ, οὐχ εἰς τὸν Πατέρα καὶ τὸν Υἱόν.