Ancient Greek
784.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 784.1
Unproofread scanNot analysed yet
Ὅτι τὸ ἅγιον Πνεῦμα οὐ κτῆμα Θεοῦ, οὐδὲ κτίσμα. Πῶς οὖν τὸ Πνεῦμα συμμάρτυρησεται τῷ πνεύματί σου, κατὰ τὸν Ἀπόστολον, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ, εἴπερ αὐτὸ τῆς τοῦ Υἱοῦ δόξης ἀλλότριον; Πῶς ἐν σοὶ βοησεται, Ἄββα ὁ Πατήρ, εἰ μὴ μετέδοσίς ἐστιν ἓντως ἐξ Υἱοῦ; οὐ κτῆμα αὐτοῦ, παρ’ αὐτοῦ πεμπόμενον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνέμιατον, ἄπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωριζοντες ἀπὸ θεότητος, ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἀίδιον (28), ἐν τῇ θείᾳ δόξῃ τυγχάνον, καὶ γνωριζόμενον. Οὐ γὰρ τὸ πνεῦμα τὸ σὸν Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον (ἐπειδή καὶ τοῦτο ἐπόλησαν παραγαγεῖν τινες)· τὸ δὲ Πνεῦμα τὸ ἅγιον Χριστὸς καὶ Κύριός ἐστιν, λέγοντος μὲν τοῦ Ἀποστόλου (καθάπερ B ἀρξίως ἐμνήσθημεν), Εἰ δὲ τις Πνεῦμα Κυρίου οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ· εἰ δὲ Χριστὸς ἐν ὑμῖν· τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποκαλοῦντος Χριστοῦ· λέγοντος δὲ πάλιν· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν· οὗ δὲ τὸ Πνεῦμα Κυρίου, ἐλευθερία. Ἄστε τὸ Κυρίου Πνεῦμα, Κύριος· οὐκ ἄρα κτῆμα ἢ κτίσμα Κυρίου, ἀλλ’ εἰκών, ὡς προεῖρηται (29).