Ancient Greek
784.3
Basilius Theol., Adversus Eunomium (Libri 5) 784.3
Unproofread scanNot analysed yet
Ὅτι εἰκὼν ἀληθὴς καὶ φυσικὴ Θεοῦ καὶ Κυρίου τὸ Πνεῦμα. Καὶ εἰκὼν ἀληθὴς· οὐκ ἐξ εἰκόνος θείας, καθάπερ ἡμεῖς. Διὰ τοῦτο γὰρ ἐξεικονίζον οὐκ ἐξεικονίζεται, καὶ τὸ χρῖσμα οὐ χρίεται. Χρῖσμα δὲ τὸ Πνεῦμα ἐφ’ ἡμῖν, ὡς Ἰωάννης λέγει (30). Καὶ τί ἔπον, ἐφ’ ἡμῖν; Ἡδὴ γὰρ καὶ ἐν αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν σάρκα. C Ἰησοῦν, φησί, τὸν ἀπὸ Ναζαρέτ, ὃς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ καὶ δυνάμει. Χριστὸς ἄρα διὰ τὸ Πνεῦμα καὶ τὴν χρίσιν τὴν ἐν τῷ Πνεύματι. Οὐ δὴ οὖν διὰ τοῦ ἀλλοτρίου τῆς θεότητος ἢ τοῦ Κυρίου χρίσει, καὶ τὸ Χριστοῦ ὄνομα, καὶ οἱ ἀπ’ αὐτοῦ καλουμένοι Χριστιανοί. Οἰκώζει γὰρ τις ἀληθῶς, εἰ καὶ τὸ ὄνομα τῆς σωτηρίας ἡμῶν ἀπὸ κτίσεως ἄρχεται, καὶ ἀπὸ κτίσεως καταγεται, καὶ εἰ διὰ δούλου τὴν υἱοθεσίαν ἔχομεν. Κτίσις οὐχ ἁγιάζει κτίσιν, ἀλλ’ ὑπὸ τοῦ (31) ἑνὸς ἁγίου τὰ πάντα ἁγιάζεται, τοῦ λέγοντος περὶ ἑαυτοῦ· Ἐγὼ ἁγιάζω ἑμαυτόν. Ἁγιάζει δὲ διὰ τοῦ Πνεύματος, ὡς προαποδέδεικται. Τὸ Πνεῦμα ἄρα οὐ κτίσις, ἀλλὰ τῆς ἁγιάτητος τοῦ Θεοῦ χαρακτὴρ, καὶ πηγὴ τοῖς πᾶσιν D ἁγιασμοῦ. Ἐν ἁγιασμῷ τοῦ Πνεύματος ἐκλήθημεν, ὡς ὁ Ἀπόστολος διδάσκει. Τοῦτο ἡμᾶς ἀνακαίνει, καὶ πάλιν εἰκόνας ἀναδείκνυσιν Θεοῦ, καὶ διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου