Ancient Greek
786.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 786.1
Unproofread scanNot analysed yet
καὶ κατὰ τὴν ἐμφύσησιν εἰς τὸν ἄνθρωπον ἀπεσταλμένην, καὶ κατὰ τὸν σωμᾶτικὸν ὄψ τοῦ Κυρίου διδαχθέντα τύπον (39), οὐδὲ ὑπ’ αὐτοῦ δι’ ἐμφύσησιν ἀποκαθισταμένην· συντρέχει γὰρ δεῖ τῇ κατ’ ἀρχὴν καινότητι (40) τὴν νῦν ἀνακαίνωσιν καὶ τὴν συνοδρομίην. Ἐξετύπωσεν οὖν ἐμφύσησιν, οὐχ ἕτερος ὤν παρὰ τὸν ἐξ ἀρχῆς ἐμφυσήσαντα, ἀλλ’ αὐτός, δι’ οὗ Θεὸς δίδωκε τὴν ἐμφύσησιν, τότε μὲν μετὰ ψυχῆς, νῦν δὲ εἰς ψυχὴν. Οὕτω δημιουργεῖ Θεός, οὐ χειρῶν κινήσει σωματικῶν, ἀλλ’ ἐνεργεία ζῶντος Λόγου, καὶ Πνεύματος μεταδοσει ζωοποιού. Εἰ δὲ καὶ κατ’ ἀρχὴν ἐν Πνεύματι τὰ πάντα πεποίηται, καὶ ἀνακαινοῦται πάλιν ἐν Πνεύματι· μία καὶ ἡ αὐτὴ προφανὴς ἐνέργεια Θεοῦ δι’ Υἱοῦ ἐν Πνεύματι φαίνεται· καὶ χωρισμὸν ἡ Τριάς οὐ προσδέχεται, ἀλλὰ κατὰ τὴν ἀλήθει τοῦ Παύλου διδασκαλίαν. Διαιρέσεις χαριγμάτων εἰσί, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσί, καὶ ὁ αὐτὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσιν, ὁ δὲ αὐτὸς Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Καὶ πάντα κατέλεξας τὰ θεία ἐνεργήματα, Πάντα δὲ ταῦτα, φησί, ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιρῶν ἴδια ἑκάστῳ καθὼς βούλεται.