Ancient Greek
786.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 786.2
Unproofread scanNot analysed yet
Ὅτι συνοδοκαλύμνον Θεῷ τὸ Πνεῦμα δείκνυται μὴ ὄν κτίσμα, ἀλλὰ τῆς θείας φύσεως. Ὁ δὲ τῶν Θεοῦ δημιουργημάτων ἐξουσιάζει κτίσις, οὐδὲ περὶ ταῦτα ἐνεργεῖ, ἀλλ’ ἕτερα τοῦ δημιουργοῦ, καὶ ἕτερα τῶν δημιουργημάτων ἡ πράξις. Ἄγγελοι θεωροῦσι τὸ πρόσωπον τοῦ Πατρὸς τοῦ ἐν οὐρανοῖς καθά φησιν ὁ Σωτήρ, καὶ τοῦτο αὐτῶν ἡ μεγάλη δόξα καὶ μακαριότης. Ἐργὰ δὲ εἰσι Θεοῦ, κατὰ τὸ· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Θεὸς αὐτοὺς (41), οὗ οἱ αὐτῶν ἐργάζεται· ἀλλὰ καὶ αὐτοὺς ἀγιάζει, καὶ ἐν αὐτοῖς ἐνεργεῖ, καθάπερ ἐν ἀγίοις ἀνθρώποις, οἱ καὶ ἀναγγέλλουσι τὰ Θεοῦ (42) καθάπερ ἄνθρωποι. Διόπερ οὐδὲ συνοδοξάζομεν ἀγγέλους· Θεῷ, καθάπερ οὐδὲ ἀνθρώπους. Οὐ γὰρ (43) ἴδια αὐτῶν τὰ δι’ αὐτῶν εὐεργετήματα λογίζομεθα, ἀλλὰ Θεοῦ τοῦ ἐν αὐτοῖς ἐνεργοῦντος. Τὸ δὲ Πνεῦμα μετὰ Θεοῦ καὶ Υἱοῦ (44) δοξάζεται, ὅτε δὴ καὶ τῆς θείας ἐνεργείας δι’ αὐτοῦ πληρουμένης. Ἡ χάρις γὰρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, φησὶ Παῦλος, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἀγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Καὶ τὸ κεφαλαῖον τῆς σωτηρίας ἡμῶν, καὶ ἡ τελεία περὶ θεότητος παράδοσις, εἰς τὸν τῶν βαπτιζομένων ἀγιασμὸν, τὸ βαπτίζειν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀγίου Πνεύματος. Τὸ δὲ ἐπὶ τῶν αὐτῶν θεῖ-