Ancient Greek
799.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 799.1
Unproofread scanNot analysed yet
δ Υἱὸς ἀποκαλύψει. Τοῦτο ἐκείνου ὁμοιον, καὶ ἐκείνου τοῦτου ἰσοδύναμον. "Ἡμῖν γάρ, φησίν, ὁ Θεὸς ἀπεκάλυψεν διὰ τοῦ Πνεύματος αὐτοῦ. "Ὅρα το· γαρὸν πῶς ποτὲ μὲν Πατὴρ Υἱὸν ἀποκαλύπτει, ποτὲ δὲ Υἱὸς Πατέρα, ποτὲ δὲ τὸ Πνεῦμα Υἱὸν καὶ Πατέρα ὡσαύτως. "Ωστε η σύμπασα θεότης δηλῶς σοι (39), ποτὲ μὲν ἐν Πατρί, ποτὲ δὲ ἐν Υἱῷ καὶ Πνεύματι προσηγορία γίνεται. Καὶ σοὶ λύει τὸ προφητικὸν ζήτημα σαφῶς ὁ "Απόστολος, καὶ οὐκ ἐξ προσώπων ἐν ὑπολαβεῖν τὴν θεότητα διὰ τὰς τοῦτο δηλοῦν νομιζομένας φωνάς. Ἐπεὶ καὶ αὐτὸς, καίτοι τοῦ τοῦ Υἱοῦ προσώπου σαφῶς πανταχὸς κηρύσσοντος ὡς δημιουργοῦντος, ὅμως εἰς τοῦ τοῦ Πατρὸς προσώπου ἀνήγαγε τὴν πᾶσαν δημιουργίαν. "Η γὰρ οὐχ αὐτὸς ἐστιν ὁ λέγων · Εἰς Θεός, ὁ Πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν · καὶ εἰς Κύριος Ἰησοῦς Χριστός (40), δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ; Καὶ ὁμοίως ἐνταῦθα τὸν ἕνα καὶ τὸν ἕνα σαφῶς εἰρηκώς, καὶ τὸ δι' Υἱοῦ πάντα γίνεσθαι μεμαρτυρηκώς (41), ἕνα πρὸς "Ρωμαίους εἴρηκε, καὶ τὸ δι' αὐτοῦ γίνεσθαι πάντα προσετέθηκεν, οὐ μόνον τὸ ἐξ αὐτοῦ. "Ωστε ἡ δὺς ἐν δυάδι δεδηλωμένη, ἢ καὶ τριάς ἐν τριάδι, ὡσαύτως ἐν τῷ αὐτῷ "Αποστόλῳ σαφῶς μαρτυρήσει καὶ τοῖς προφήταις, ὅτι μὴ (42) τὴν δυάδα ἀναιροῦσι · μᾶλλον δὲ Τριάδα τὴν μονάδα κηρύσσοντες, ἀλλ' ἐνότητα θεότητος εἰδότες, ἐν ἑνὶ προσώπῳ τὰ τρία κηρύσσουσι.