Ancient Greek
799.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 799.2
Unproofread scanNot analysed yet
4. Καὶ ἀπ' ἀρχῆς μὲν κατὰ τὴν κοσμοποιίαν πρὸς τὸν Υἱὸν καὶ τὸ Πνεῦμα διαλεγομένους δηλῶς ἐστιν ὁ Θεός, ὡς ἀνθρωπιωτέρω τύπῳ παρέστησεν (43) ὁ Μωϋσῆς διαλεγόμενον αὐτὸν καὶ φάσκοντα · Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Τίνι γάρ λέγει τὸ, Ποιήσωμεν, τῇ τῷ Λόγῳ καὶ μονογενεῖ Υἱῷ, δι' οὗ τὰ πάντα ἐγένετο, κατὰ τὸν εὐαγγελιστήν, καὶ τῷ Πνεύματι, περὶ οὗ γέγραπται, Πνεῦμα θεῖον τὸ ποιήσάν με; Εἰ δὲ καὶ μὴ ἁπλῶς λέγει (44) περὶ τίνων, ἢ πρὸς τίνας διαλέγεται, ὅμως ὅτι μὴ περὶ ἑαυτοῦ μόνου λέγει δηλῶν ἐστιν, ὅτε φησίν · Ἰδοὺ "Αδάμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν · καὶ πάλιν · Δεῦτε, καταβάντες συγχύσωμεν αὐτῶν τὰς γλώσσας, ἵνα καὶ συναριθμουμένων νοῆσῃς. Οὐτε 20 Joan. I, 3. 21 Job xxxiii, 4. 22 Gen. III, 22,