Ancient Greek
800.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 800.1
Unproofread scanNot analysed yet
γὰρ εἰς ἰσοτιμίαν ἀγγέλων (45) συντάξει τολμήσει τις τῷ δημιουργῷ καὶ Δεσπότῃ, οὔτε Θεῷ (46) πάλιν ἕν προσώπῳν οὐδὲν τὸ νοεῖν, τῷ λέγεσθαι· Ἄς εἰς ἐξ ἡμῶν· καὶ, Δεῦτε, καταβάντες συγχέωμεν. Ἐναργὲς δὲ καὶ τὸ περὶ τῆς καταστροφῆς Σοδόμων λεγόμενον· τὸ τε (47), Ἐξερεξε Κύριος θεὸν καὶ πῦρ παρὰ Κυρίῳ ἐκ τοῦ οὐρανοῦ· καὶ τὸ ἐν τοῖς προφήταις παραπλησίως τοῦτο εἰρημένον ἐκ προσώπου τοῦ Θεοῦ· Κατέστρεψα αὐτούς, φησίν, ὡς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα. Καὶ ἐπὶ τῷ φιλανθρωπευμένῳ λέγει ὁ Θεός· Σῶσω αὐτοὺς ἐν Κυρίῳ τῷ Θεῷ αὐτῶν· ὅπερ οὐκ ἀπέοικε τῆς ἀποστολικῆς λέξεως τῆς λεγούσης· Δῶρη αὐτῷ ὁ Κύριος (48) εὕρειν ἔλεος παρὰ Κυρίῳ ἐν ἡμέρᾳ. Τί δὲ ὁ Ζοροβάβελ καὶ ἡ τοῦ Ζοροβάβελ σοφία; Ἄρᾷ σοι μετρίως καὶ οὐ σαφῶς (49) παριστάναι δοκεῖ τὴν ὑπόστασιν καὶ ζωὴν τῆς ἀληθείας, ὅτε φησίν· Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει; Τίς δὲ ἡ ἀλήθεια, ἢ ὁ τοῦ Θεοῦ Λόγος καὶ Υἱός, δι’ οὗ τὰ πάντα; Ἐγὼ γὰρ εἰμι, φησίν, ἡ ὁδός, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Ἀλήθεια δὲ οὐκ ἔστιν, εἰ μὴ ἡ ἐκ (50) τοῦ ἀληθινοῦ φυσικῶς καὶ ἀείδιως ἐξ αὐτοῦ γενηθείσα. Διὸ ἐπιφέρει λέγων· Εὐλογημένος ὁ Θεὸς τῆς ἀληθείας, ὅς ἐστι Πατὴρ τῆς ἀληθείας Χριστοῦ. Χριστὸς ἡ ἀλήθεια, ἣν πᾶσα πνοὴ σέβεται καὶ τρέμει. Ὥστε ὅτι μὲν ζῶν ὁ Λόγος, καὶ πρόσωπον τελείων, καὶ τὸ Πνεῦμα ὡσαύτως, ἴκανά καὶ (51) τὰ νῦν εἰρημένα διδάσκει· τῶποι δὲ ἀνθρώπινοι παρὰ Θεῷ πολλοὶ καὶ ἄλλοι, καὶ οὐ διὰ τοῦτο τὸν Θεὸν ἀνθρώπων ὑπολαμβάνομεν, οἷον εἰ πρόσωπον ἀκούοιμεν, ὀφθαλμοὺς τε καὶ ὦτα καὶ χεῖρας καὶ πόδας. Οὐδὲ τὸ καθέζεσθαι ἐν οὐρανῷ καθάπερ ἐν θρόνῳ (52), καὶ τὴν γῆν ὑποπόδιον τῶν ποδῶν αὐτοῦ πατουμένην σωματικῶς θέλει· λέγειν περὶ Θεοῦ, ἀλλ’ ὡς ὑποκειμένην τῇ θείᾳ ἐξουσίᾳ. Οὕτω δὲ πάλιν, ἐὰν ἀκούσῃς γαστέρα ἐπὶ Θεοῦ, μὴ πτυρῇς ὡς σωματικὸν τι ἐνθυμούμενος· ἀλλὰ πνευματικὸν τι ἐννοοῦμενος, λέξεις τι χρεῖττον, αὐτὸ τὸ (53) γεννητικὸν τοῦ Θεοῦ ἐμφανῶς σοι ἐξ αὐτοῦ ἀποκαλυπτόμενον. Οὕτω πάλιν, χεῖρας ἀκούων Θεοῦ, τὸ ποιητικὸν αὐτοῦ γνώριζε σαφῶς· οὓς δὲ, τὸ ἀκουστικὸν αὐτοῦ· ὀφθαλμοὺς δὲ, τὸ διορατικὸν (54)· πτέρυγας, τὸ σκεπαστικόν. Καὶ