Ancient Greek
802.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 802.1
Unproofread scanNot analysed yet
ἀόρητος, ἀχτιστος, ἀδιαιρετος, πάντα πληρούσα, πάντα περιέχουσα, ἐν πᾶσιν ὦσα, δημιουργοῦσα, κυβερνοῦσα, ἁγιάζουσα καὶ ζωοποιοῦσα. Αὕτη ἡ θεία καὶ θαυμασιωτάτη πλοκὴ οὐ διαρρήγνυται, κατὰ τὸ γεγραμμένον, ὅτι Τὸ τριπλοχον σπαρεῖον οὐ διαρρήγνυεται (62). Τοῦτω τῷ νοήματι καὶ ὁ μακάριος Παῦλος γράφων πρὸς τοὺς ὀρθῶς πιστεύοντας ἔλεγεν · Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ὑμῶν. Ὅταν γὰρ τὰ πάντα ἐνεργῆται (63) ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ ἐν Πνεύματι, ἀχώριστον ὁρῶ (64) τὴν ἐνέργειαν τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ διὰ τοῦτο καὶ Θεοῦ καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου εἰσὶ πάντες οἱ ἅγιοι, ἐν οἷς οὐκ ἡ μία θεότης, καὶ μία κυριότης, καὶ ἁγιότης μία Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, διὰ τὸν ἕνα τοῦ βαπτίσματος ἁγιασμόν.