Ancient Greek
802.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 802.2
Unproofread scanNot analysed yet
Πρὸς τοὺς λέγοντας, ὅτι πολλάκις γέγραπται περὶ Υἱοῦ καὶ Πατρὸς, περὶ δὲ τοῦ Πνεύματος ἐν τῷ βαπτισματὶ μόνον. 1. Ἐὰν δὲ λέγῃ ὁ Πατήρ, Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, τί ἐψωμεν περὶ τοῦ Υἱοῦ; Οὐ γέγραπται; γὰρ ἐνταῦθα. Ἐὰν δὲ λέγῃ ὁ προφήτης · Ἐκεῖ συνἦντησαν Ἐλαφοι, καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων · ἀριθμῷ παρήλθον, καὶ μία αὐτῶν οὐχ ὑπελείφθη, διότι Κύριος ἐνετείλατο αὐταῖς, καὶ τὸ Πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς (65)· ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ · Πνεῦμα παρ’ ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβὶδ · Καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀνταλέξεις ἀπ’ ἐμοῦ · ποῦ ὁ Υἱός; Ἐὰν λέγῃ ὁ αὐτός · Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς πάλιν · Καὶ τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν τῇ εὐθείᾳ · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτός · Καὶ Πνεύματι ἡγεμονικῷ στήριξόν με · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Ἰωβ · Πνεῦμα θεῖον τὸ ποιήσάν με · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ αὐτὸς Ἰωβ · Πνεῦμά ἐστιν ἐν βροτοῖς, πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα με · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ ὁ Δαβὶδ · Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινίσεις τὸ πρόσωπον τῆς γῆς · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ · Ποῦ πορευθῶ ἀπὸ τοῦ Πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φῦγω; ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ · Οἷαὶ τέκνα ἀποστάται, τάδε λέγει Κύριος · Ἐποιήσατε βουλὴν οὐ δι’ ἐμοῦ, καὶ συνῆθασ οὐ διὰ τοῦ Πνεύματός μου · ποῦ ὁ Υἱός; Ἐὰν δὲ λέγῃ · Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ρίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς