Ancient Greek
803.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 803.1
Unproofread scanNot analysed yet
(67) Codex Colb. ἡ ὃς εἰς τὸ Πνεῦμα βλασφημία, Δ βλῆς ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν Πνεῦμα σοφίας καὶ συνέσεως, Πνεῦμα βουλῆς καὶ ἰσχύος, Πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν Πνεῦμα φόβου Θεοῦ · πῶς χωρισθῶ τὸ Πνεῦμα; ’Εὰν δὲ λέγῃ · Πνεῦμα Κυρίου ἐπ’ ἐμέ, οὐ διενεχρ ἐχρισό με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάληψιν· πῶς χωρισθῶ τὸ Πνεῦμα; Καὶ ὅσα φιλοπόνως δυνατὸν ἀπὸ τῆς Γραφῆς τῆς τε Παλαιᾶς (66) εὑρεῖν καὶ ἀπὸ τῆς Καινῆς τῆς Διαθήκης περὶ τοῦ Πνεύματος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πατρός. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ · ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱόν. Καὶ τῆς Μαρίας λεγούσης· Κατὰ τί γνώσομαι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; λέγει αὐτῇ ὁ ἄγγελος · Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Καὶ πάλιν ὁ αὐτὸς ἄγγελος λέγων τῷ Ἰωσήφ · Μὴ φοβηθῆς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου · τὸ γὰρ ἐν αὐτῇ γενηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου. Καὶ πάλιν ὁ εὐαγγελιστὴς ἐρμηνεύων τὰ ἐν τῷ προφητῇ λέγει · ’Ινα πληρωθῇ τὸ γεγραμμένον · Ἰδοὺ ὁ Παῖς μου ὁ ἐκλεκτός, ὁ ἀγαπητός μου, εἰς ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω τὸ Πνεῦμά μου ἐπ’ αὐτόν. Καὶ ἐν Εὐαγγελίῳ γέγραπται · Τὸ Πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος · καὶ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ · Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἤδη ἐφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Καὶ πάλιν γέγραπται · Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ Πνεύματος βλασφημία (67) οὐκ ἔχει ἄφεσιν. Καὶ ἐν τῷ βαπτισματὶ κατέλθε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἐμεινεν ἐπ’ αὐτόν · οἱ δὲ ἄγγελοι κατελθόντες διηκονοῦν αὐτῷ. ’Ινα γνῶς, ὅτι οἱ ἄγγελοι κατελθόντες διακονοῦσιν, ἵνα τὴν δουλείαν δείξωσι · τὸ δὲ Πνεῦμα ἐμεινεν ἐπ’ αὐτόν, ἵνα τὴν μονὴν ἀκούσας, ἐλευθερίαν νοήσῃς τῆς φύσεως αὐτοῦ (68). Γέγραπται δέ · Καὶ ὁ Πατὴρ ἐν ἐμοὶ μένων, ποιεῖ τὰ ἔργα αὐτός. Καὶ πάλιν γέγραπται · Ἰησοῦς δὲ πλήρης Πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ Πνεύματι εἰς τὴν ἔρημον, ἡμέρας τεσσαράκοντα (69) πειραζόμενος ὑπὸ τοῦ διαβόλου · καὶ πάλιν· Λάβετε Πνεῦμα ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφεθήσονται (70) ἄν τινων κρατήσητε, κεκράτηνται. Καὶ πάλιν· Τὴν ἀλήθειαν ὑμῖν λέγω, συμφέρει ὑμῖν ἵνα ἐγὸ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται.