Ancient Greek
805.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 805.2
Unproofread scanNot analysed yet
Περὶ τοῦ Πνεύματος 82. Εὐθυμεῖσθω μὲν πᾶσα 83 ψυχὴ ζητοῦσα περὶ τῶν θειοτέρων, εἰ ὅμμα τοιούτον ἔχει, ὥστε ταῦτα ζητεῖν καὶ ὁρᾶν τὰ αἰσθήσει ἀόρατα, καὶ εἰ, οὕτω 84 ζητοῦσα, παρ’ αὐτῷ τῷ ζητουμένῳ, κατὰ τὸ γεγραμμένον, oikeῖν δύναται. Γέγραπται γάρ· Ἐὰν ζητῇς, ζήτησε, καὶ παρ’ ἐμοὶ οἴκησε. Οἴκει δὲ τότε, ὅτε μετὰ πίστεως ζητεῖ. Κἂν γὰρ γένηται 85 μὴ εὑρεῖν, οὐκ ἀναχωρεῖ τοῦ oikeῖν ἐν τῇ πίστει τοῦ ζητουμένου, ἀλλὰ λέγει κατὰ τὸν μακάριον Δαβὶδ· Ἐθαυμαστὸθὴ ἡ γνώσις σου ἐξ ἐμοῦ· ἐκραταιώθη· οὐ μὴ δύναμαι πρὸς αὐτήν· καὶ κατὰ τὸν πατέρα τοῦ σεληνιαζομένου· Πιστεύω, Κύριε, βοήθει μου τῇ ἀπιστίᾳ. Τοῦτον οὖν ἔχοντες τὸν σκοπόν, ζητήσωμεν μετὰ πίστεως περὶ τῆς τοῦ ἁγίου Πνεύματος φύσεως, παρ’ αὐτοῦ ζητήσαντες τοῦ ζητουμένου