Ancient Greek
806.1
Basilius Theol., Adversus Eunomium (Libri 5) 806.1
Unproofread scanNot analysed yet
τὴν γνῶσιν. Αὐτὸ γὰρ ἐστὶ τὸ ζητούμενον, καὶ αὐτὸ τὸ παρέχον τὴν περὶ ἑαυτοῦ γνῶσιν. Ὡς δὲ καὶ διὰ τῶν θείων Γραφῶν μεμαθήκαμεν παρ’ αὐτοῦ, αὐτὸ ἐστὶν ὁ τοὺς ἁγίους ἐποιήσας, καὶ τὴν θείαν ζωὴν παραχέει τοῖς αἰτοῦσι παρ’ αὐτοῦ τὸν Θεόν. Τῶν δὲ λαμβανόντων ἀνάγκη εἶναι τιμιωτέρων· γινομένων τοῦτῶν ἁγίων, ὅταν αὐτὸ ἐπιποιεῖται, καὶ φθειρομένων, ὅταν αὐτὸ καταλίπῃ. Αὐτὸ δὲ ἐστὶν ἀεὶ, πηγὴ ὢν τῆς ἀξίου ζωῆς. Τίς δὲ ὁ τρόπος τῆς χορηγίας τοῦ εἶναι αὐτὸ ἐν τε τοῖς πᾶσι καὶ ἐν τοῖς καθ’ ἕκαστον, σκοπεῖτω διάνοια, ἀξία τοῦ σκοπεῖν γενομένη, ἀπαλλαγείσα ἀπάτης καὶ αἱρέσεως καὶ τῶν γοητευουσῶν γυναικῶν τὰς ἄλλας. Προσέτω (86) δὲ τῷχω τῇ καταστάσει. Ἦσυχον δὲ αὐτὴς ἔστω μὴ μόνον τὸ περιεστῶμενον σῶμα, καὶ ὁ τοῦ σώματος κλῖδων, ἀλλὰ καὶ πᾶν τὸ περιέχον· οὐρανός, γῆ, θάλασσα, καὶ τὰ ἐν τούτοις λογικά. Καὶ νοεῖτω τὰ πάντα πληρουμένα, καὶ πάντοθεν εἰς αὐτὰ ἐκτὼς τὸ Πνεῦμα, οἷον εἰσρέον καὶ εἰσχυθὲν (87), καὶ πάντοθεν εἰσὸν, καὶ εἰσλάμπον. Πνεῦμα γὰρ Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει Θεοῦ. Εἰσλάμπει δὲ ἐν πᾶσι τοῖς ἀξίοις. Καθάπερ γὰρ ἥλιον βολαὶ φωτίσασθαι (88) νέφος καὶ λάμπειν ποιέει, χρυσοειδῆ δὴν ποιέεσαι· οὕτω καὶ Πνεῦμα ἅγιον, ἐπελθὸν εἰς ἀνθρώπου σῶμα, ἔδωκε μὲν ζωὴν, ἔδωκε δὲ ἀθανασίαν, ἔδωκεν ἁγιασμὸν, ἤγειρε δὲ κεῖμενον. Τὸ δὲ κινηθὲν κίνησιν ἀθόιον ὑπὸ Πνεύματος ἁγίου ζῷον ἅγιον ἐγένετο. Ἔσχε δὲ ἀξίαν ἀνθρώπου, Πνεύματος εἰσοικισθέντος, προσφύει, ἀποστόλου, ἀγγέλου Θεοῦ, ὧν πρὸ τούτου γῆ καὶ σποδός.