Ancient Greek
806.2
Basilius Theol., Adversus Eunomium (Libri 5) 806.2
Unproofread scanNot analysed yet
2. Γένοιτο δὲ ἄν φανερωτέρα καὶ ἐναργεστέρα (89) τοῦ Πνεύματος ἡ δύναμις καὶ ἡ φύσις ἥτις ἐστὶν, εἰ ἐνθυμησήμεν ὅπως περιέχει καὶ ἄγει τῷ ἑαυτοῦ βουλήματι τοὺς ἁγίους, καὶ πᾶσαν τὴν λογικὴν φύσιν (90). Ἄπαντι μὲν γὰρ τῷ πλήθει τῶν οὐρανίων δυνάμεων καὶ τῷ πλήθει τῶν δικαίων ἔδωκεν ἐαυτό. Καὶ πᾶσα ὑπόστασις δικαίων, καὶ μεγάλων καὶ μικρῶν, καὶ ἀγγέλων καὶ ἀρχαγγέλων, ἠγίασται. Καὶ ἄλλη μὲν καὶ ἄλλη κειμένων τῶν σωμάτων, τοῦ μὲν ὧδε, τοῦ δὲ ὧδε, καὶ τῶν ἄλλων δυνάμεων (91) ἀπ’ ἀλλήλων ἔχουσῶν τι μέσον. Οὐ τὸ Πνεῦμα οὕτως (92), οὐδὲ μέρος αὐτοῦ ἕκαστῳ κατακερματισθὲν ζῆν ποιεῖ ὡς, ἀλλὰ ἅπαντα ζῇ τῇ ὅλῃ