Ancient Greek
677.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 677.1
Unproofread scanNot analysed yet
σωματικῶν ἐπιμελίας παθῶν προσομιλήσαι Θεῷ (63). Οὐκοῦν πρέπον τε καὶ ἀκόλουθον τὸν εἰς τοιαύτην ζῆν διὰ τῆς προειρημένης ἀσκήσεως ἀνελθόντα μὴ καταστᾶσθαι πάλιν διὰ τῶν τῆς σαρκὸς ἐρεθισμῶν πρὸς κοινωνίαν τῶν ἐκείνης παθῶν· μηδὲ τοῦς ἐκεῖθεν ἀτμοὺς ἀνιόντας δεχόμενον, ὥσπερ ἀχύλῳ τινὶ βαθυτάτῃ ἀμαυροῦσθαι τὸν τῆς ψυχῆς ὀφθαλμόν· καὶ ἀποπίπτειν τῆς θείας καὶ πνευματικῆς θεωρίας, ὑπὸ τοῦ καπνοῦ τῶν παθημάτων τὸ βλέμμα τοῦ λογισμοῦ δριμυσσόμενον.