Ancient Greek
677.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 677.2
Unproofread scanNot analysed yet
KEΦΑΛΑΙΟΝ Α' Περὶ τοῦ δεῖν τὴν εὐχὴν προτιθεῖσθαι πᾶσιν. 1. Πᾶσα πρᾶξις, ἁγαπητὲ (64), καὶ πᾶς λόγος τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κανὼν ἐστιν εὐ-σεβείας τε καὶ ἀρετῆς. Διὰ τοῦτο καὶ ἐνηγνώρι-σεν, ὡς ἐν εἰκόνι διαγράφων ἡμῖν εὐσέβειαν τε καὶ ἀρετὴν, ἵνα κατὰ δύναμιν ἕκαστος καὶ ἕκαστὴ δρώντες ζηλώσωμεν τὸ ἀρχέτυπον. Διὰ γὰρ τοῦτο φορεῖ τὸ ἡμέτερον σῶμα, ἵνα καὶ ἡμεῖς αὐτοῦ τὴν πολι-τείαν, ὡς οἷόν τε, μιμησόμεθα. Σὺ τούτων, ὅταν ἀκούσῃς λόγον ἢ πρᾶξιν αὐτοῦ, μὴ παρέργως καὶ ἀπλῶς καὶ ὡς (65) ἐτυχεν ἀκούε· ἀλλ' ἔμβαλε εἰς τὸ βάθος τῶν θεωρημάτων· γίνου κοινωνὸς τῶν μυ-στικῶς παραδεδομένων. Μάρθα μὲν γὰρ τὸν Κύριον ὑπδέχεται· καθίσεται δὲ πρὸς τοὺς πόδας αὐτοῦ Μαρία· ἐν δυσὶ δὲ ἀδελφαῖς καλὴ προθυμία· διά-στησον μέντοι τὰ πράγματα. Ἡ μὲν γὰρ Μάρθα διηκόνει (66), παρασκευάζουσα τὰ πρὸς δεξιῶσιν τῆς σωματικῆς αὐτοῦ χρείας· ἡ δὲ Μαρία, καθημένη πρὸς τοὺς πόδας αὐτοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ μὲν οὖν ἀνέπαυε τὸ φαινόμενον, ἡ δὲ ἐδούλευε τῷ ἀοράτῳ. Ἦν γὰρ ἀληθῶς καὶ ἄνθρωπος καὶ Θεὸς ὁ παρὼν, ὁ αὐτὸς Δεσπότης ἀμφοτέρων τῶν (67) γυναι-κῶν τὴν προθυμίαν ἀπεδέξατο. Ἀλλ' ἡ μὲν Μάρθα, καμάτων πιεζομένη, μεσίτην γενέσθαι παρεκάλει τὸν Κύριον, ἵνα προσλάβῃ βοηθὸν τὴν ἰδίαν ἀδελφὴν τῆς διακονίας. Εἶπε (68), φησίν, αὐτῇ, ἵνα ἀνα-στᾶσα συνδιακονή μοι. Ὁ δὲ Κύριος πρὸς αὐτήν· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρδᾷ περὶ πολ-λά. Ἕνὸς δέ ἐστι χρεία. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς. Οὐδὲ γὰρ ἐπὶ τοῦτο πάρειμεν, ἵνα ἐπὶ στι-βάσιν ἀναπτώμεν, καὶ τὴν κοιλίαν θρέψωμεν· ἀλλὰ ἔδραμεν, ἵνα ὑμᾶς θρέψωμεν λόγῳ ἀληθείας καὶ θεωρίᾳ μυστηρίων. Τὴν μὲν οὖν οὐκ ἀπέστρεψεν (69)