Ancient Greek
678.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 678.2
Unproofread scanNot analysed yet
2. Ἔλαβες τοίνυν, ἀγαπητέ, τὰ ὑποδείγματα καὶ τὴν ἀπόδειξιν. Ζήλωσον ἃ θέλεις, ἢ διάκονος ἐστὶ πτωχῶν, ἢ ἐραστὴς δογμάτων Χριστοῦ. Εἰ δὲ δύνασαι ἀμφοτέρα ζηλῶσαι, ἐκατέρωθεν ἀποφέρῃ τὸν καρπὸν τῆς σωτηρίας. Πρῶτος μὲν γὰρ ἐστὶν ὁ πνευματικὸς λόγος, τὰ δὲ λοιπὰ πάντα δεύτερα. Μαρία γάρ, φησί, τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Ἄν τοίνυν καὶ σὺ θέλῃς μύστης εἶναι Χριστοῦ, παρακαθέζου μέν αὐτῷ τοῖς ποσὶ, δέχῃ δὲ αὐτοῦ τὸ Εὐαγγέλιον, καταλείψεις αὐτοῦ ὅλον τὸν βίον, καὶ ἀμερίμνως διώσεις· ἐπιληθήσῃ δὲ καὶ τοῦ ἰδίου σώματος, καὶ οὕτω δυνήσῃ προσδιαλέγεσθαι αὐτῷ τοῖς θεωρήμασιν, ἵνα ζηλῶσῃ Μαρίαν, καὶ τὴν ἀνωτάτω καρπωσῇ δόξαν. Προσευχόμενος δὲ, ὅρα μὴ ἄλλα ἀντ' ἄλλων αἰτῆσῃς, καὶ παροργίσῃς τὸν Κύριον, μὴ χρήματα, μὴ δόξαν ἀνθρωπίνην, μὴ δυναστείαν, μὴ ἄλλο τι τῶν παρερχομένων· ἀλλὰ αἰτεῖ τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ πάντα τὰ πρὸς τὴν χρείαν τοῦ σώματος αὐτὸς σοι παρέξει, καθὼς φησιν αὐτὸς ὁ Κύριος· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Προσευχῆς δὲ, ἀγαπητέ, δύο εἰσὶ τρόποι· ὁ μὲν ὁ τῆς δοξολογίας μετὰ ταπεινοφροσύνης· δεύτερος δὲ ὁ τῆς αἰτήσεως ὑποδεεστέρος. Προσευχόμενος οὖν, μὴ εὐθὺς ἐπὶ αἴτησιν ἔρχου· εἰ δὲ μήτε, διαβάλλεις σοὶ τὴν προαίρεσιν, ὡς ὑπὸ τῆς χρείας (72) ἀναγκαζόμενος προσεύχῃ τῷ Θεῷ. Ἀρχόμενος τοίνυν προσευχῆς, κατάλιπε σεαυτόν, γυναῖκα, τέκνα· ἔασον τὴν γῆν, ὑπέρβηθι οὐρανόν, κατάλιπε πᾶσαν τὴν