Ancient Greek
679.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 679.1
Unproofread scanNot analysed yet
πίσιον ὁρατὴν τε καὶ ἄορατον, καὶ ἄρξαι ἀπὸ δοξολογίας τοῦ ποιήσαντος τὰ πάντα, καὶ ὅταν δοξολογήσης αὐτόν, μὴ πλανῶμενος τὸν νοῦν ὧδε καὶ ἕκεσε, μηδὲ Ἑλληνικῶς μυθολογῶν, ἀλλ’ ἀπὸ τῶν ἁγίων Γραφῶν ἐκλεγόμενος, καὶ λέγων · Σῶλῳ σε, Κύριε, τὸν μακρόθυμον, καὶ ἀνεξίκακον, τὸν καθ’ ἑκάστην ἡμέραν μακροθυμοῦντά μοι πλημμελοῦντι, καὶ δόντα ἑκούσιαν πᾶσιν ἡμῖν μετανοίας. Διὰ γὰρ τοῦτο σωπές, καὶ ἀνέχῃ ἡμῶν, Κύριε, ἵνα σε δοξολογώμεν τὸν οἰκονομοῦντα τοῦ γένους ἡμῶν τὴν σωτηρίαν · ποτὲ μὲν διὰ φόβων (73), ἄλλοτε δὲ διὰ παραίνεσεων, ποτὲ δὲ διὰ προφητῶν, ὑστερον δὲ διὰ τῆς παρουσίας τοῦ Χριστοῦ σου ἐπισκεψάμενος ἡμᾶς. Σὺ γὰρ ἐπλάσας ἡμᾶς, καὶ οὐχ ἡμεῖς. Σὺ εἶ ὁ Θεὸς ἡμῶν.