Ancient Greek
680.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 680.2
Unproofread scanNot analysed yet
4. Ὑπόδειγμα ἡμῖν διδῶσιν ὁ Κύριος, ἵνα διδάξῃ ἡμᾶς εὐτόνους εἶναι καὶ φιλονεικοῦν ἐν πίστει. Ὑπόδειγμα γὰρ λαμβάνει ἀπὸ ἀνθρώπου πρὸς ἄνθρωπον, ἵνα μᾶθῃς μὴ ἀπαγορεύειν ποτέ· Ἰνα, ὅταν αἰτῇς, καὶ μὴ λάβῃς, μὴ ἀποστῇς ἕως ὅτου λάβῃς, πλὴν, καθὼς προεῖπον, ἐὰν αἰτῇς ἅπερ ὁ Θεὸς θέλει· καὶ μὴ εἴπῃς, ὅτι Ἀμαρτωλός εἰμι, καὶ οὐκ ἀκούομαι. Ἰνα γὰρ μὴ ἀπογινώσκῃς, διὰ τοῦτο φησιν· Εἰ καὶ μὴ διὰ τὸ φίλον αὐτοῦ εἶναι δώσει (79) αὐτῷ, ἀλλὰ γε διὰ τὴν ἀναιδείαν αὐτοῦ δώσει αὐτῷ ὅσων χρήζει. Λοιπὸν κἂν μὴν παρέλθῃ, κἂν ἔνιαυτος, κἂν τριετία, κἂν τετραετὴς χρόνος, κἂν πλείους ἔτη, ἕως ὅτου λάβῃς, μὴ ἀναχωρήσῃς, ἀλλὰ μετὰ πίστεως αἴτει, διαπαντὸς τὸ ἀγαθὸν ἐργαζόμενος. Πολλάκις γὰρ τις ἐξ ἡμῶν ἐν νεότητι ἀντεποιήθη σωφροσύνην, εἶτα ὑπεσβόλεν (80) ἡ ἡδονή, ἐκινήθησαν αἱ κατὰ φύσιν ἐπιθυμίαι, ἰθύνετο ἡ προσευχή, ἐπεβλήθη τῇ νεότητι οἶνος, ἀπώλετο ἡ σωφροσύνη, καὶ γέγονεν ὁ ἄνθρωπος ἄλλος ἀντ᾽ ἄλλου. Οὕτως αἱ μεταβολαὶ γίνονται, διὰ τὸ μὴ γενναίως λογισμῷ ἀνθίστασθαι τοῖς πάθεσι (81). Δεῖ οὖν τὰ μὲν παρ᾽ ἑαυτοῦ εἰσφέρειν πάντα, βοᾶν δὲ πρὸς τὸν Θεόν, ἵνα συμμάχῃ αὐτῷ. Ἐὰν γὰρ τις χαυνότητι ἐκδώσῃ ἑαυτὸν ταῖς ἐπιθυμίαις,