Ancient Greek
680.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 680.1
Unproofread scanNot analysed yet
A νεῖν· ἀλλ᾽ αἴτει, καθὼς προσετάχθης, τὴν βασιλείαν (77) τοῦ Θεοῦ. Περί γὰρ τῆς χρείας τοῦ σώματός σου, καθὼς προεφών, αὐτὸς φροντίζει. Ἀξιωματικώτατος γὰρ ἐστὶν ὁ βασιλεύς ἡμῶν, καὶ ἀγανακτεῖ, ἐὰν τις αὐτὸν μικρὸν τι αἰτήσῃ, ἐὰν τις ἡμῶν περὶ τῶν οὐδὲν προσηκόντων αὐτῷ αἰτῇ. Μὴ τοίνυν ἐν τῇ προσευχῇ σου ἀγανάκτησιν σεαυτῷ προσάγῃς, ἀλλ᾽ αἴτησον σεαυτῷ ἄξια τοῦ βασιλέως Θεοῦ. Αἰτῶν δὲ τὰ ἄξια τοῦ Θεοῦ, μὴ ἀποστῇς, ἕως ὅτου λάβῃς. Τοῦτο γὰρ ἀνατιθέμενος ὁ Κύριος φησιν ἐν τῷ Εὐαγγελίῳ· Τίς δὲ ὑμῶν ἔξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίῳ, καὶ ἐρεῖ αὐτῷ· Φίλε, χρήσόν μοι τρεῖς ἄρτους, ἐπειδή φίλος μοι παρεγένετο ἐξ ὁδοῦ, καὶ οὐκ ἔχω ὃ παραθῶ αὐτῷ· καὶεἰκὼς ἐκὼθεν ἀποκριθῇ· Μὴ μοι κόπτε· πάρεχε· ἤδη γὰρ ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ ἐν τῇ κοίτῃ εἰσιν, οὐ δύναμαι ἀναστὰς δοῦναί σοι. Λέγω ὑμῖν, εἰ καὶ οὐ δώσει αὐτῷ, ἀναστὰς διὰ τὸ φίλον αὐτοῦ εἶναι, ἀλλὰ γε διὰ τὴν ἀναιδείαν αὐτοῦ ἀναστὰς δώσει αὐτῷ ὅσων χρήζει (78).