Ancient Greek
683.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 683.1
Unproofread scanNot analysed yet
καλ ἀγαθούς, καὶ πρὸ τοῦ αἰτῆσαι ἡμᾶς· τὴν δὲ Δ πίστιν, καὶ τὰ κατορθώματα τῆς ἀρετῆς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐὰν μὴ αἰτήσῃς μετὰ καμάτου καὶ παραμονῆς πολλῆς, οὐ ληψάμενος. Δεὶ γὰρ πρότερον ποθῆσαι, ποθήσαντα δὲ ζητῆσαι ἐξ ἀληθείας ἐν πίστει καὶ ὑπομονῇ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσφέροντα· ἐν μηδενὶ κρινόμενον ὑπὸ τοῦ ἰδίου συνειδότος, ὡς ἡ ἀμελῶς ἡ βραδύως αἰτοῦντος, καὶ πότε λαβεῖν, ὅτε θέλει ὁ Κύριος. Κρεῖσσον γὰρ σοῦ οἶδε τὰ συμφέροντά σοι. Καὶ ἵσως διὰ τοῦτο ἀναβάλλεται διδόναι, τὴν πρὸς αὐτὸν προσεδρίαν σου σοφιζόμενος· καὶ ἵνα γνῷς, τί ἐστι δῶρον Θεοῦ, καὶ φυλάξῃς τὸ δοθὲν μετὰ φόβου. Πᾶν γὰρ δὲ μετὰ πολλοῦ καμάτου τις κτάεται (93), σπουδάζει τοῦτο φυλάττειν, ἵνα μὴ, ἀπολέσας αὐτό, ἀπολέσῃ καὶ τὸν πολὺν αὐτοῦ καμάτων, καὶ τὴν χάριν τοῦ Θεοῦ ἀθέτησας, ἀνάξιος γένηται τῆς αἰωνίου ζωῆς. Τί γὰρ ὠφελήσε τὸν Σολομῶντα ταχέως λαβόντα τὴν χάριν τῆς σοφίας, καὶ ἀπολέσαντα αὐτήν;