Ancient Greek
683.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 683.2
Unproofread scanNot analysed yet
7. Μὴ οὖν ὀλιγωρήσεις, εἰ μὴ λάβῃς ταχέως τὸ αἴσημα. Εἰ γὰρ ἤδει ὁ ἀγαθὸς Δεσπότης, ὅτι (94), ταχέως λαμβάνων τὴν χάριν, οὐχ ἀπολείς αὐτήν, ἕτοιμος ἦν καὶ πρὸ τοῦ αἰτῆσαί σε αὐτὴν παρασχεῖν. Νῦν δὲ κηδόμενος εἰς σου τοῦτο ποιεῖ. Εἰ γὰρ ὁ λαβὼν τὸ τάλαντον, καὶ σῶον αὐτὸ φυλάξας, διότι μὴ ἐπραγματεύσατο(95) αὐτό, κατεκρίθη· πόσω μᾶλλον κατακριθήσεται ὁ ἀπολέσας αὐτό; Ταῦτα οὖν εἰδότες, εἰτε ταχύτερον εἰτε βραδύτερον λάβωμεν, μεῖνωμεν εὐχαριστοῦντες τῷ Κυρίῳ· ὅτι πάντα ὅσα ποιεῖ ὁ Δεσπότης, ὑπὲρ τῆς ἡμῶν σωτηρίας οἰκονομεῖ· μόνον ἡμεῖς μὴ ὀλιγωρήσαντες πεισώμεθα τῆς αἰτήσεως. Διὰ γὰρ τοῦτο τὴν παραβολὴν εἶπεν ὁ Κύριος περὶ τῆς χήρας, ἡ διὰ τῆς παραμονῆς αὐ-ῆς ἐπέκαμψε τὸν ἄνομον κριτήν(96), ἵνα καὶ ἡμεῖς διὰ τῆς παραμονῆς λαμβάνωμεν τὰ αἰτήματα ἡμῶν. “Ἐνθεν γὰρ καὶ ἡ πίστις ἡμῶν καὶ ἡ ἀγάπη ἡ πρὸς τὸν Θεὸν δείκνυται, ὅταν, καὶ μὴ λαμβάνοντες ταχύ, μένωμεν εὐχαριστοῦντες αὐτῷ. Εὐχαριστήσωμεν οὖν (97) αὐτῷ διαπαντός, ἵνα κατορθώσωμεν ἐπιτυχεῖν τῶν αἰωνίων αὐτοῦ ἀγαθῶν· ὅτι αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.