Ancient Greek
686.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 686.1
Unproofread scanNot analysed yet
A ὑπάρχει, ἵνα τιμηθῇ τοῖς τοῦ λόγου προτερήμασιν ἡ ψυχή. Ἐὰν μὲν γὰρ αὐτὴ τὰς τοῦ σώματος ὁρμὰς δεόντως οἰκονομῇ, αὐτὸ τε περιεσώσατο, καὶ αὐτὴ ἔσω κινδύνων· ἐὰν δὲ τῇ πεισιστικῷ ἀμελῆσῃ, καὶ ὑπὸν κρατηθεῖσα τῆς βραδυμίας (14), παρέλθῃ τὴν τοῦ σώματος ἡγώχην, αὐτὸ τε, οἷα λογισμῶν ἔρημον, τῆς εὐθείας ἐκτρέπεται, καὶ τὴν ψυχὴν τοῖς ἴσοις περιέβαλε πταίσμασιν, οὐχ ἐξ οἰκείας κακίας, ἀλλὰ διὰ τὴν ἐκείνης ὀλιγωρίαν. Εἰ μὲν γὰρ ἦν τὰ πάθη τοῦ σώματος, οἷα μὴ δαμασθῆναι ψυχῇ, εἶχεν ἂν τὰς αἰτίας εὐλόγως τὸ σῶμα· εἰ δὲ πολλοῖς ὑποχείριον γέγονε τοῖς (15) κρατῆσαι ἐσπουδακόσιν, ἀνεύθυνον μὲν τὸ σῶμα τοῖς διαβάλλειν ὡς ἀρχηγὸν κακίας ἐπχειροῦσι, μεμπτὴ δὲ τῆς ὀλιγωρίας, ἢ τὸ κύρος ἀνειμένη (16) τοῦ σώματος, οὔτε αὐτὴ φύσει· τὸ κακὸν ἐν ἑαυτῇ ἔχουσα, ἀλλὰ τῇ ἀπολείψει τοῦ καλοῦ ἐν τούτῳ καθισταμένη. Κακία γὰρ οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπόλειψις ἀρετῆς.