Ancient Greek
686.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 686.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ Γ. Ὅτι οὐ δεῖ τὰς τῶν γυναικῶν συντυχίας ἀφυλάκτως ποιεῖσθαι. 1. Περὶ μὲν τῆς ἐπιστάσεως τῶν λογισμῶν, καὶ τῆς ἡγιοχῆσεως τῶν τοῦ σώματος παθημάτων, καὶ τῆς εὐρυχωίας καὶ γαλήνης τοῦ ἔνδον ἀνθρώπου, καὶ τῆς τῶν καθηκόντων αὐτῷ θεωρίας τε καὶ σπουδῆς, ἀρκοῦντως, ὡς ἐνίη, προειρήκαμεν. Χρὴ δὴ μὴ μόνον τοὺς λογισμοὺς ἐπιστατεῖν (17), ἀλλὰ καὶ τοῖσιν τῆς ὁμιλίας, ὡς οἶόν τε, χωρίζεσθαι, μάλιστα ὅσα πλησιάζοντα ἡμῖν εἰς ὑπόμνησιν τε τῶν παθῶν ἡμᾶς ἄγοντα, ταράττει καὶ συγγέει τὸν λογισμὸν, καὶ πολέμους καὶ ἀγῶνας (18) ἐμποιεῖ τῇ ψυχῇ. Τὸν μὲν γὰρ ἀκουσίως ἡμῖν προσπίπτοντα καταδέχεσθαι πόλεμον ἀναγκαῖον ἂν εἴη· ἐκούσιον δὲ δημιουργεῖν ἑαυτοῖς ἀλογώτατον. Ἐν μὲν γὰρ τῷ προτέρῳ καὶ ἢ ἥττα τυχὼν συγγνώμης τεύξεται, ἀπεὶ δὲ τῶν :κατὰ Χριστὸν ἀθλητῶν· ἐν δὲ τούτῳ τῷ ἀλῶναι (19), πρὸς τὸ καταγέλαστον εἶναι, καὶ συγγνώμης ἐστέρηται. Χρὴ τοίνυν καὶ τὰς τῶν γυναικῶν ὁμιλίας καὶ συντυχίας ὡς τὰ μάλιστα φεύγειν, εἰ μὴ τις ἀπαραίτητος ἀνάγκη τὴν συντυχίαν βιάζοιτο. Καὶ ἀνάγκης δὲ καταλαβούσης, ὡς ἀπὸ πυρὸς προσήκει φυλάττεσθαι, καὶ δευτάς καὶ ταχέας (20) ἀπαλλαγὰς ποιουμένους. Σκόπησον δὲ τί περὶ τούτου φησὶν ἡ Σοφία· Ἀποδύσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμά- D τια (21) οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ' ἀνθράκων πυρός, τοὺς δὲ πόδας οὐ κατακαυσει;