Ancient Greek
691.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 691.2
Unproofread scanNot analysed yet
5. Πῶς οὖν ὁ Σωτὴρ ἡμῶν βεβίωκε, καὶ πῶς πε-πολίτευται; Ἁμαρτίαν μὲν οὐκ ἐποίησε. Πῶς γὰρ ἂν ἡ δικαιοσύνη τῇ ἁμαρτίᾳ ἠττήθη; πῶς δ' ἂν τὸ ψεῦδος τῆς ἀληθείας ἐκράτησεν; πῶς δὲ ἡ δύναμις ὑπὸ τῆς ἀσθενείας κατεπαλαίσθη; ἢ πῶς τὸ μὴ ὂν τοῦ ὄντος περιεγένετο; Ὁ μὲν γὰρ Θεὸς ἀεὶ ὤν, καὶ τῆς ὑπάρξεως ὅρον οὐκ ἔχων, πέρας οὐ προσιέμενος· ἡ δὲ ἁμαρτία ἐστι· μὲν οὐδέποτε, οὐδὲ ἐν ἰδία ὑπο-στάσει καταλαμβάνεται· ἐν δὲ τοῖς ὄρωσιν αὐτὴν μᾶλλον ἢ ἐν τοῖς ὁρωμένοις (50) κακῶς ἀπολείψει τοῦ καλοῦ τὴν ὑπαρξιν ἔχουσα, σχῶς τυποῦται τοῖς ἀδίκῃμασι νοερόν, τῷ δὲ φωτὶ τῆςδικαιοσύνης δια-λυόμενον· τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ τῷ πέρατι τῶν ἀτοπημάτων συνδιατρέχον. Πεισάμενος γὰρ τῶν πονηρῶν πράξεων, καὶ ἡ ὑπαρξὶς τῆς ἁμαρ-τίας συναφανίζεται. Ζητηθήσεται γάρ, φησίν, ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ· κλὴν ἢ ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρία τεταμειωμένη τύχοι τοῖς ἁμαρ-τάνουσι, καὶ λῦντος ἢ ἐπὶ τοῖς ἀδίκημασι κόλασις. Ἁμαρτίαν τοίνυν οὐκ ἐποίησεν, οὐδὲ (51) εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Μακροθυμία δὲ, καὶ ἀνεξικακία, καὶ χρηστότης, πραότης τε καὶ φιλανθρωπία, καὶ ἁμεροσύνη, ταπεινοφροσύνη τε καὶ φρονήσις, καὶ πάσης ἀπαξελῶς ἀρετῆς πολλὰ παρέσχε τὰ ὑποδείγματα, ἅπερ ἐν τοῖς Εὐαγγελίοις σαφῶς διηγόρευται. Μακροθυμία μὲν καὶ ἀνεξικα-κία, τῷ φέρειν (52) τὰς τῶν Ἰουδαίων ἐπιβουλὰς, ἀεὶ ταῖς ἑξῆς ὑπερβολαῖς τὰ πρότερα πονηρέματα καλυπτούσας· καὶ διελῦγειν (53) μὲν αὐτοὺς ἥρεμα, ὅσον στήσαι τῆς πονηρίας, ἀμύνασθαι δὲ καὶ ἐπ-εξεῖναι οὐδὲ κατὰ μικρόν, ἀλλὰ φιλοενεχεῖν ταῖς εὐερ-γεσίαις τὴν ἐκείνων ἀπανθρωπίαν νικᾶν, καὶ ταῖς τῶν ἀγαθῶν χορηγίαις τὴν τῆς πονηρίας ἐπίτα-σιν (54)· καὶ τὸ τελευταῖον σταυρὸν ὑπὲρ τῶν σταυ-