Ancient Greek
692.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 692.1
Unproofread scanNot analysed yet
ρωσάντων αὐτὸν ἀναδέχεσθαι· πραότητος δὲ καὶ ἡμερότητος, τῷ πάντας προσδέσθαι μετὰ τῆς αὐτῆς πρεσποῦσης χρηστότητος, καὶ θάρσους ὁμιλίας παρέχειν οὐ τοῖς σπουδαίοις τῶν ἀνθρώπων μόνον, ἀλλ’ ἤδη καὶ εἰς τὰ αἰσχίστα ἐπιπιδέυσιν φίλον καὶ σύνθες. Οὕτω γοῦν πόρναι καὶ τελῶναι προσέλασιν, οὐχ ἵνα τὸ νόσημα τῆς λαγνείας αἱ τῆς (55) φιλαργυρίας αὐξήσωσιν, ἀλλ’ ἵνα τὸ νόσημα τῆς ψυχῆς ἀποτριψῶνται. Καὶ οὐ κατεδύοντο μᾶλλον τῷ συνειδότι τῆς σπονηρίας, ἢ ἐθάρρουν τῇ ἐλπίδι τῆς θεραπείας. Εὐρίσκον γὰρ καὶ τὴν πείραν τῆς ἐλπίδος ὑψηλοτέραν. Τῆς δὲ φιλανθρωπίας καὶ τῆς εὐσπλαγχνίας αὐτοῦ τίνα τὰ ὑποδείγματα; Ἄρτι μὲν ἐν τῇ ἑρήμῳ τοῖς ὑπὸ ἐνδείας ἐκλυομένοις τράπεζαν αὐτὸν σχεδιάζειν (56) ἀμφιλαφῆ, διπλῆ δεξιούμενον, τῷ τε B ἀφθόνῳ τῆς χειρὸς καὶ τῷ παραδόξῳ τοῦ πορισμοῦ· ἄρτι δὲ ἐπὶ τοῖς κειμένοις σπλαγχνίζεσθαι, ὅτι ἦσαν ἐσχυλμένοι καὶ ἑρήμωμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα· καὶ ἰᾶσθαι μὲν σωματικὰς ἀσθενείας, λῶδας τε μελῶν καὶ πηρώσεις ἐπανορθοῦσθαι· λύειν δὲ καὶ ψυχικὰς ἀρρώστιας, καὶ ἀμαρτημάτων ἀλύτους δεσμούς, καὶ στραγγαλίας βιαίων συναλλαγμάτων, ἃς πρὸς τὸν πατέρα τῆς ἁμαρτίας τὸν διάβολον πεποιήμεθα. Ταπεινοφροσύνης δὲ ἥλικά τὰ ὑποδείγματα; Τὸ μὴ μόνον ἐλθεῖν σάρκα περιβαλέσθαι, ἀλλὰ γὰρ (57) καὶ ταπεινῶν, κατὰ τὸ παρὸν σχῆμα, γονέων παῖς τὸ μὲν γενέσθαι, τὸ δὲ νομισθῆναι· γενέσθαι μὲν τῆς μητρός, νομισθῆναι δὲ τοῦ λεχθέντος πατρός. Φρονήσεως δὲ τὸ ἄρτι (58) μὲν διελέγχειν τοὺς Σαδδουκαίους διαγελην τὴν ἀνάστασιν πειρωμένους τῷ πλάσματι τῶν ἑπτὰ ἀδελφῶν ἐπὶ μιᾷ γαμετῇ μεθεόντων· ἄρτι δὲ τοὺς μαθητὰς τῶν Φαρισαίων μετὰ τῶν Ἡρωδιανῶν καταισχύνειν, ἡνίκα, τὸ ἀμφίρρημον ἐρώτημα προβαλλόμενοι, Εἰ δεῖν κῆνσον Καίσαρι δόναι, ἢ οὔ, ἀπόκρισιν ἐδέχοντο περιδεῆν, ἐφ’ ἑκάτερα ἐλεῖν τὴν ἑκείνων δνσαν δυναμένην, οὐχὶ δόναι, ἀλλὰ ἀποδόναι προστάσσουσαν. Ἀπόδοτε γὰρ, φησί, τὰ τοῦ Καίσαρος τῷ Καίσαρι· ἐπειδή τὸ νόμισμα Καίσαρος ἦν, οὗ τὴν εἰκόνα καὶ τὴν ἐπιγραφήν ἔφερε.