Ancient Greek
703.5
Basilius Theol., Constitutiones Asceticae [Sp.] 703.5
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΙΕ. Περὶ πίστεως καὶ ἐλπίδος. Πάντων μέντοι τῶν ἐγχειρημάτων ἡγεῖσθω πίστις ἢ εἰς Θεόν, καὶ συνεπείσθω τὸ εὐελπί, ἵνα τῇ μὲν πίστει (28) δύναμιν τῆς ψυχῆς ἐρειδώμεθα, τῇ δὲ εὐελπιστίᾳ πρὸς τὰ καλὰ προθυμώμεθα. Οὐδὲ γὰρ ἢ περὶ τὰ καλὰ τῶν ἀνθρώπων ἐγχείρησις δίχα τῆς ἀνωθεν βοηθείας τελειωθήσεται: οὐδὲ ἢ ἀνωθεν χάρις ἐπὶ τὸν μὴ σπουδάζοντα παραγένοιτ' ἂν· ἀλλ' ἐκάτερα συγκεχράσθαι προσήκει, σπουδὴν τε ἀνθρωπίνην καὶ τὴν διὰ τῆς πίστεως ἀνωθεν καθήκουσαν συμμάχην εἰς τελεσίαν ἀρετῆς.