Ancient Greek
703.8
Basilius Theol., Constitutiones Asceticae [Sp.] 703.8
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ. Περὶ ταπεινοφροσύνης. Ἐπὶ πᾶσι μέντοι τοῖς παρ' ἡμῶν κατορθουμένοις ἢ ψυχὴ τῆς κατορθώσεως τὰς αἰτίας ἐπὶ τὸν Δεσπότην ἀναφέρετω, μηδὲν ὅλως κατορθοῦν ἐξ οἰκείας λογιζομένη δυνάμεως (29). Ἡ γὰρ τοιαύτη διάθεσις τὴν ταπεινοφροσύνην ἡμῖν ἐμποιεῖν πέφυκε. Ταπεινοφροσύνη δὲ θησαυροφυλάκιον ἀρετῶν. Ταῦτά σοι παρ' ἡμῶν, ὡς ἂν τις εἴποι, σπέρματα τῶν περὶ ἀρετῆς λόγων· σὺ δέ, λαβὼν ἐντεῦθεν, πολὺχουν ἡμῖν ἐργάσαι τὸν καρπόν, καὶ πλήρουν τῆς Σοφίας λόγον, τὸν διδόναι κελεύοντα τοῖς σοφοῖς ἀφορμὰς, ἵνα σοφώτεροι γένωνται.