Ancient Greek
707.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 707.1
Unproofread scanNot analysed yet
καὶ καταστάσεως παριστώντες. Οὗτοι τὴν ἀκτησίαν τελείως κατώρθωσαν, οὐδὲν ἴδιον ἔχοντες, ἀλλήλων δὲ τὰ πάντα. Ἥλιων γὰν ἀγαθῶν ἡ τοῦ Σωτῆρος ἐνανθρωπήσις πρόδειξος γένοιο, σαφῶς οὖτοι τῷ βίῳ τῶν ἀνθρώπων ὑπέδειξαν, τὴν διεργωμίαν τῶν ἀνθρώπων φύσιν, καὶ εἰς μυρία κατατρίψαντες, τὸ γε ἐπ’ αὐτοῖς (51), πάλιν συνάγοντες πρὸς ἑαυτὴν τε καὶ πρὸς τὸν Θεόν. Τοῦτο γὰρ τὸ κεφάλαιον τῆς τοῦ Σωτῆρος κατὰ σάρκα οἰκονομίας, ἵνα τὴν ἀνθρωπίνην φύσιν πρὸς ἑαυτὴν τε καὶ πρὸς ἑαυτὸν συναγάγῃ, καὶ τὴν πονηρὰν κατατομήν ἐξελόν, τὴν ἀρχαίαν ἀνακαλέσται ἕνωσιν· καθάπερ τις ἀρίστος ἰατρὸς σῶμα κατὰ πολλὰ μέρη διαιρεθὲν φαρμάκοις σωτηρίοις ἀσυνδέων.