Ancient Greek
707.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 707.2
Unproofread scanNot analysed yet
4. Καὶ ταῦτα διήλθον, οὐχ ἵνα φιλοτιμησῶμαι τι, καὶ τοῖς λόγοις ἐπάρω τὰ τῶν κοινοβιακῶν (52) κατ-ορθώματα (οὐ γὰρ τοσαύτη δύναμις τῶν ἐμῶν λόγων, ὥστε τὰ μεγάλα σερνῦναι, τοῦναντίον δὲ μᾶλλον καὶ ἀμαρροῦν τῇ περὶ τὴν διήγησιν ἀσθενείᾳ), ἀλλ’ ἵνα, ὡς οἶόν τε, διέλθω καὶ ἐπιδείξω (53) τὸ τοῦ κατ-ορθώματος ὕψος καὶ μέγεθος. Τί γὰρ ἂν εἰς ἴσον ἔλθοι τῷ καλῷ τούτῳ διὰ συγχρίσεως; “Ὅπου γὰρ πατὴρ μὲν εἰς μιμούμενος τὸν ἄνω Πατέρα, παῖδες δὲ πολλοὶ νικᾶν ἐσπουδακότες ἀλλήλους ταῖς περὶ τὸν προστάτην εὐνοίαις, παῖδες πρὸς ἑαυτοὺς τε ὁμονοοῦντες, καὶ τὸν πατέρα ταῖς ἐναρετοῖς πράξεσι δεξιούμενοι, οὐ φύσιν τῆς συναφείας αἰτίαν ἐπιγραφόμενοι, λόγον δὲ φύσεως βεβαιότερον τῆς ἑνώσεως ἀρχηγὸν καὶ φύλακα ποιησάμενοι, καὶ Πνεύματος ἁγίου δεσμόν χρησάμενοι. Τίνα ἂν εἰκόνα τῶν ἐπὶ τῆς γῆς εἰς παράταξιν ἔχοιεν (54) τῆς τοῦ κατορθώματος ἀρετῆς; Ἄλλὰ τῶν μὲν ἐπὶ τῆς γῆς οὐδε-μιαν· μόνη δὲ ἡ ἄνω λείπεται· (55). Ἄπαθὴς ὁ ἄνω Πατὴρ· δίχα πάλους καὶ ὀθός, λόγῳ τούτῳ ἅπαντας προσεχόμενος. Ἄφόβοι· οἱ παῖδες τοῦ ἄνω Πατρός· Ἄφόβοι· καὶ τούτους εἰπεποίηστο. Ἄγάπη συνδέει τὰ ἄνω· Ἄγάπη καὶ τούτους πρὸς ἀλλήλους συνήρμοσεν. Ὄντως ἀπαγορεύει (56) πρὸς τὴν τοιαύτην φάλαγγα καὶ αὐτὸς ὁ διάβολος, οὐκ ἀρχὼν πρὸς το-σούτους ἀγωνιστάς, οὕτως εὐσταλῶς καὶ συγχρεο-τημένως κατ’ ἐκείνου στρατεύοντας, καὶ τοσούτων τῇ ἀγάπῃ συντηπιζοτάς ἀλλήλοις καὶ γραπτομένους τῷ Πνεύματι, ὥστε μήτε βραχυτάτην τινὰ παρεῖδουσι ταῖς ἐκείνου βολαῖς παρασχεῖν. Σχέπει μοι τὴν τῶν ἐπτὰ Μαχαιδαίων σύμμετρον ὁλὴν, καὶ εὐρήσεις παρὰ τούτοις θερμότεραν τὴν συμφωνίαν. Περὶ τού-των Δαβὶδ ὁ προφήτης ἐν ὕμνοις ἀνεθόρσε λέγων· Ἰδοὺ δὴ, τί καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό· τῷ μὲν καλῷ τὸ τοῦ βίου δόκιμον παριστάς, τῷ δὲ τερπνῷ τὴν ἐκ τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως εὐφροσύνην. Τοῦ-