Ancient Greek
709.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 709.1
Unproofread scanNot analysed yet
A τῆς ψυχῆς διὰ τῆς ἐπαναστάσεως τῶν ἡδονῶν τα-πεινωθεῖς. Πῶς γὰρ ἂν ἐτι δύναται πρὸς τὸ συγγενὲς καὶ νοητὸν φῶς ἐλευθέρῳ ἀναβλέπειν τῷ ὀμμάτων ἡ προσπλακθεῖσα κάτω ψυχὴ τῇ ἡδονῇ τῆς σαρκός; Διὸ χρὴ καὶ γε πάντων τῶν ἐγκρατειῶν ἀσχεῖν, ἀσφαλῆ φρουρὸν τῆς σωφροσύνης τυγχάνουσαν, καὶ τὸν ἡγεμόνα νοῦν μὴ συγχυοῦσαν ὡδε κάκιστε μέμ-νεσθαι. Καθάπερ γὰρ τὸ περιεστεγασμένον διὰ σω-λήνων ὕδωρ ὀρθιον ὑπὸ τῆς ἀναθλιβοῦσας βίας ἐπὶ τὸ ἄνω φέρεται, οὐχ ἔχον ὅπου διαχυθεῖν· οὕτω καὶ ὁ νοῦς ὁ ἀνθρώπινος, καθάπερ σωλήνος στεγανοῦ τῆς ἐγκρατείας αὐτὸν πανταχόθεν περιεργισάσης, ἀνα-ληφθήσεται πως ὑπὸ τῆς τοῦ κινεῖσθαι φύσεως πρὸς τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν, οὐχ ἔχον ὅπου διαρρῇ. Οὐδὲ γὰρ στήναι ποτε δυνατόν ἐστι τὸν δεκτικὸν ὑπὸ τοῦ πεποιηκότος εἰλημμένον τὴν φύσιν· καὶ εἰς τὰ μάταια κινεῖσθαι χωλουμένον, ἀμήχανον μὴ πρὸς τὴν ἀλήθειαν πάντως εὐθυποτρεῖν. Ἐγκρά-τειαν δὲ ἡγοῦμεθα ὁρίζειν οὐ μόνον τῶν τῶν βρωμάτων ἀποχὴν (τοῦτο γὰρ πολλοὶ καὶ τῶν παρ' Ἕλλησι φιλοσόφων κατώρθωσαν), ἀλλὰ πρὸ γε πάν-των τῶν τῶν ὀφθαλμῶν βεβασμῶν. Τί γὰρ ὀφελος, εἰ, στίων ἀπεχόμενος, μοιχείας ἀκολουθίαν διὰ τῶν ὀφθαλμῶν ἐσθίει, ἢ τοῖς ὀσίν ἔχων ἀχράσθαι μα-ταιας καὶ διαβολικὰς φωνάς; Οὐδὲν ὀφελος βρωμά-των ἀπέχεσθαι, τύφον δὲ ὑψηλοφροσύνης καὶ κενῆς δόξης καὶ παντὸς πάθους μὴ ἀπέχεσθαι. Ἡ τί γε ὀφελος ἐγκρατεύεσθαι ἀπὸ βρωμάτων, καὶ ἀπὸ λο-γισμῶν πονηρῶν καὶ ματαιῶν μὴ ἀπέχεσθαι; Διὸ καὶ ὁ Ἀπόστολος ἔλεγεν· Φοβοῦσθω μὴ πᾶς φθαρὴ τὰ νοήματα ἡμῶν. Ἐγκρατεῖς οὖν γενώμεθα ἀπὸ τούτων ἀπάντων, μήποτε εἰκότως καὶ ἐφ' ἡμᾶς ἡ τοῦ Κυρίου μέμψις ἔλθοι, ὡς τὸν κώνωπα διυλίζοντων, τὴν δὲ κάμηλον καταπινόντων.