Ancient Greek
709.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 709.2
Unproofread scanNot analysed yet
ΚΕΦΑΛΑΙΟΝ [K]. Ὅτι οὐ χρὴ τὰς πρὸς τοὺς βιωτικοὺς συγγενεῖς μεταδιώκειν ὁμιλίας, ἢ τὰ ἐκείνων φροντίζειν. 1. Συγγενῶν μέντοι καὶ φίλων καὶ γονέων κεχω-ρισθαι τοσοῦτον τῇ διαθέσει προσῆκει, ὅσον (62) τοὺς τεθνεῶτας ὁρῶμεν τῶν ζώντων ἀφεστηκότας. Καὶ γὰρ ὁ κατὰ ἀλήθειαν πρὸς τοὺς κατ' ἀρετὴν ἀγῶνας ἀποδυσάμενος, καὶ τῷ κόσμῳ παντὶ μετὰ τῶν ἐν τῷ κόσμῳ πάντων ἀποσταλάμενος, καὶ σταυ-ρώσας ἑαυτὸν, ἵνα τὸ πλήρες ἐπὶ τῷ κόσμῳ, τέ-θνηκε τῷ κόσμῳ, καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ, κἂν γονεῖς ὦσι, κἂν ἀδελφοί, κἂν τρίτον ἢ τέταρτον ἢ πολλοστὸν βαθμὸν τῆς συγγενείας ἐπέχοντες. Εἰ μὲν οὖν μεταστατεῖν οἱ γεγεννηότες τοῦ βίου, καὶ πρὸς τὴν πολιτείαν τοῦ παιδὸς μετατάξαντο, ἀληθῶς εἰσὶ συγγενεῖς· οὐ τὴν γονέων, ἀλλὰ τὴν ἀδελφῶν τάξιν ἐπέχοντες. Πατὴρ γὰρ ἐστὶν ἀληθέστατος, πρῶτος (63) μὲν ὁ τῶν ἀπάντων Πατήρ· ὁ δεύτερος δὲ μετ' ἐκείνου ὁ τῆς πνευματικῆς καθηγούμενος πολιτείας. Εἰ δὲ μένουσι οἱ συγγενεῖς τὴν τριτόρων ἀπασάμενοι βίον, μέρος εἰσι τοῦ κόσμου, οὓς ἡμεῖς κεχωρισμένα,