Ancient Greek
712.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 712.2
Unproofread scanNot analysed yet
A κοῦ συνεργουμένοι οὐχ ἂν δύναιντο παρὰ τὰ συμβαθέντα χωρίζεσθαι, ἢ ὁ τοῦτο (72) ποιῶν ἔνοχος ἔσται τοῖς ὡρισμένοις ἐπιτίμοις · πολλῷ μᾶλλον ὁ εἰς σύμβασιν ἀλῶν πνευματικῆς συμβιώσεως τῆς ἀλύτου (73) καὶ ἀλῶνιον τὴν συνάφειαν κεκτημένος οὐχ οἷός τ' ἂν εἴη μερίζειν καὶ ἀποκόπτειν ἑαυτὸν τούτων, οἷς συνεχράθη. "H τοῦτο ποιῶν, βαρυτάτους ἑαυτὸν τοῖς ἄνωθεν ἐπιτίμοις ὑποβάλλει. Εἰ γὰρ γυνὴ, ἡ εἰς κοινωνίαν ἀνδρὸς ἀφῖγμένη, καὶ σαρκικὴν ἔχουσα τὴν συνάφειαν αὐτοῦ, εἰ (74) τοῦτο ἐπιβουλευοῦσα φραθελή, θανάτῳ καταδικάζεται · πῶς μᾶλλον ὁ πνευματικῇ κοινωνίᾳ συναρμοσθεὶς ὑπ' αὐτῷ μάρτυρι καὶ μεσίτῃ τοῦ Πνεύματος ὑποδίκος ἐπὶ τῷ χωρισμῷ γίνεται ;