Ancient Greek
712.3
Basilius Theol., Constitutiones Asceticae [Sp.] 712.3
Unproofread scanNot analysed yet
2. "Ωσπερ οὖν τὰ μέλη τοῦ σώματος, φύσεως συντηρημένα δεσμῷ, οὐκ ἂν τοῦ σώματος ἀπορρήγνυσθαι δύναιτο, ἢ, εἰ ἀπορραγεῖν, νεκρὸν τὸ ἀπορρηγνύμενον γένοιτ' ἂν · οὕτω καὶ ἀσκητὴς ἀδελφότητι συναπτόμενος, καὶ φύσεως ἰσχυροτέρῳ δεσμῷ τῷ τοῦ Πνεύματος ἀρμολῶν κρατούμενος, οὐκ ἂν ἐξουσίαν ἔχοι τέμνεσθαι τούτων, οἷς συνηρμόσθη. "H ποιῶν τοῦτο, νεκρὸς ἐστὶ τῇ ψυχῇ (75), καὶ ἐστερημένος τῆς τοῦ Πνεύματος χάριτος, οἷα δὴ τὴν ἐπ' αὐτοῦ σύμβασιν ἀθετήσας. Εἰ δέ λῷν τις, ὅτι φαῦλοι τινες τῶν ἀδελφῶν · οὐ γὰρ ἀπαντας αἰτιάσεται · οὐ γὰρ ἐπὶ κακὴ τὴν κοινωνίαν πεποίηται (76), ὥστε πάντας συμφώνως εἶναι κακοὺς · ὁ οὖν λέγει, ὅτι φαῦλοι τινες τῶν ἀδελφῶν, καὶ ἀφυλάκτως τὸ ἀγαθὸν παραλύοντες (77), καὶ τῆς κοσμότητος ἀμελοῦντες, καὶ τὴν πρέπουσαν ἀσκητικὴν ἀκριβείαν παρορῶντες, καὶ διὰ τοῦτο προστάζειν τῶν τοιούτων χωρίζεσθαι, οὐκ ἀρχούσαν ἀπολογίαν τοῦ χωρισμοῦ ταύτην ἐπινενόησαν. Οὐδὲ γὰρ Πέτρος, ἢ 'Ανδρέας, ἢ Ἰωάννης διὰ τὴν τοῦ Ἰούδα πονηρίαν ἀπερράγησαν τοῦ λοιποῦ τῶν ἀποστόλων χοροῦ, οὐδὲ ἑτέραι τις τῶν ἀποστόλων ταύτην ἀφορμὴν ἀποστάσεως ἐποίησατο, οὐδὲ τι πρὸς τὸ πειθεσθαι τῷ Χριστῷ ὑπὸ τῆς ἐκείνου μοχθηρίας ἐνεπόδιζθη · ἀλλὰ τοῖς τοῦ Κυρίου πειθαρχοῦντες διδάγμασι (78), τὴν εὐσέβειαν καὶ τὴν ἀρετὴν ἐξήλουν, οὐ μὴν πρὸς τὴν ἐκείνου πονηρίαν ἐπιστρεφόμενοι. Οὕτως ὁ λέγων, ὅτι διὰ τοὺς φαύλους χωρίζεσθαι πνευματικῆς ἀναγκάζομαι συναφείας, οὐκ εὐλογον πρόσφασιν ἐξεῦρε τῆς οἰκείας ἀδεσμοῦτος · ἀλλὰ ἐστὶ μὲν αὐτὸς γῆ πετρώδης, τὸν τῆς ἀληθείας λόγον ἐκθρέψαι διὰ γνώμης ἀδεσμοῦντα μὴ δυνάμενος, ἀλλὰ διὰ μικροῦ πειρασμοῦ προσβολῆς (79), ἢ ἀκρασίαν παθῶν, τὴν σώφρονα πολιτείαν οὐχ ὑπομένου, εὐθὺς τε ἀποξηραίνεται τῷ καύσωνι τῶν παθῶν τὸ τῆς διδασκαλίας ἀριτρεύς