Ancient Greek
722.52
Basilius Theol., Constitutiones Asceticae [Sp.] 722.52
Unproofread scanNot analysed yet
λαβεῖν τῆς συνεργίας τὴν δύναμιν. Ἐπεὶ, εἰ πάντες παραίτοιντο κατὰ μίμησιν τῶν θρασύνων, τὶς ἀναπληρώσει τὰ τῶν χρεῖων; Ἄλλως δὲ καὶ ἐξ ὑποδείγματος τούτου παιδεύεσθαι ἄξιον. Ὁ γὰρ ἐγκαταλεγόμενος ἀρτι τάγματι τινὶ στρατιώτης οὐχὶ τοὺς ἐν τῷ τάγματι πρὸς τὴν οἰκείαν ξέν (42) μετασχησαι πειρᾶται, ἀλλ’ αὐτὸς πρὸς τὴν τοῦ τάγματος ἀγωγὴν καὶ συνήθειαν μεθαρμοῦζεται. Προσῆκει τοίνυν καὶ τὸν ἐγκαταλεγόμενον πνευματικῷ συστήματι μὴ ἐκεῖνους πρὸς τὸν ἑαυτοῦ τρόπον μεθαρμοζειν ἐθέλειν, ἀλλὰ τὸν οἰκεῖον τρόπον τοῖς ἐν τῷ συστήματι ἔθεσι τε καὶ τύποις ἐξομοιοῦν.