Ancient Greek
723.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 723.2
Unproofread scanNot analysed yet
#ΚΕΦΑΛΑΙΟΝ ΚΖ. Ὅτι οὐ χρῆ (43) ἰδίᾳς ἀσχολίας ἔχειν τὸν ἀσκητήν. Ἔχουσιαν δὲ ἑαυτοῦ οὐχὶ πρὸς τὸ ἀκαριαῖον ἔχει ἂν ὁ ἀσκητὴς (44), ὥστε οἰκείας ἀσχολίας ἐνδιατρίζειν. Οὐδὲ γὰρ ὀργανον δίχα τοῦ τεχνίτου κινηθείη ἂν, οὐδὲ μέλος τοῦ παντὸς σώματος ἐν βραχεῖ γοῦν χωρίζεσθαι δύνατ’ ἂν, ἢ κινεῖσθαι παρὰ τὸ δοκοῦν τῷ ἐνδὸν τεχνιτῇ καὶ ἐπιστάτῃ τοῦ παντὸς σώματος· οὐδὲ ἀσκητὴς παρὰ τὸ δοκοῦν τῷ προεστῶτι· πράττειν τι ἢ ἐνεργεῖν χώραν ἔχει. Εἰ δὲ λέγοι δι’ ἀσθένειαν σώματος ἀτονεῖν πρὸς τὰ ἐπιτάγματα, τῷ καθηγουμένῳ ἐπιτρέψει τὴν δοκιμασίαν τῆς ἑαυτοῦ ἀσθενείας. Ἄλλως δὲ καὶ τὸ τῆς Γραφῆς λογισάμενος, ἑαυτὸν παρορμῆσει πρὸς τὴν τῶν ἐπιτασσομένων ἐκπλήρωσιν, ἀκούων τῆς Γραφῆς λέγουσης· Ὡδὲ μέχρις αἵματος ἀντικατέστητε, πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· καὶ πάλιν ἐτέρωθι· Διὰ τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνθρώσατε.