Ancient Greek
723.5 to 723.8
Basilius Theol., Constitutiones Asceticae [Sp.] 723.5-8
Unproofread scanNot analysed yet
#ΚΕΦΑΛΑΙΟΝ ΚΗ. Ὅτι χρῆ τὸν προεστῶτα πατρικῇ εὐνοίᾳ τὰ κατὰ τοὺς ὑπηκόους οἰκονομεῖν. Καὶ αὐτὸς δὲ ὁ καθηγούμενος, ὡς πατὴρ παίδων γνησίων ἐπιμελούμενος, ἐπισκέψεται τὴν χρείαν ἑκάστου (45), καὶ τὴν προσήκουσαν, κατὰ τὸ ἕν, εἰσίσει θεραπείαν καὶ ἐπιμέλειαν· καὶ τὸ κατὰ ἀλήθειαν ἀσθενοῦν μέλος εἴτε ψυχικῶς εἴτε σωματικῶς μετὰ ἀγάπης καὶ τῆς πατρὶ πρεπούσης εὐνοίας διασώσει. #ΚΕΦΑΛΑΙΟΝ ΚΘ. Ὅτι οὐ χρῆ ἐταιρίας δύο ἢ τριῶν ἀδελφῶν ἐν συστήματι ἀσκητικῷ (46) γενέσθαι. Ἀγάπην δὲ τὴν πρὸς ἀλλήλους ἔχειν μὲν προσῆκει τοὺς ἀδελφούς, μὴ μέντοι τινὰς ἐταιρίας δύο κατὰ ταυτὸ ἢ (47) τρεῖς γενομένους συνίστασθαι. Οὐ γὰρ ἀγάπη τοῦτο, ἀλλὰ στάσις ἐστι, καὶ διαίρεσις, καὶ κακίας τῶν συνιδόντων κατηγορία. Εἰ γὰρ τὸ