Ancient Greek
725.7
Basilius Theol., Constitutiones Asceticae [Sp.] 725.7
Unproofread scanNot analysed yet
1. Χρὴ μέντοι καὶ τοὺς τῶν πνευματικῶν συστημάτων ἀφηγουμενούς, τὴν πρὸς ἀλλήλους ἀσχοῦντας εὐνοιαν, καὶ τὴν ἀλλήλων οἰκειουμένους φροντίδα, μὴ καταλύειν τὰ ἀλλήλων σπουδάσματα, μηδὲ ἀπλῶς καὶ ἀβασανίστως τοὺς ἀποστατοῦντας τῶν ἀδελφῶν ἀλλήλων ἀνθυποδέχεσθαι. Τοῦτο γὰρ ἐστὶ σύγχυσις παντελής, καὶ διάλυσις, καὶ τοῦ πνευματικοῦ ἔργου καθαίρεσις. Οἱ μὲν γὰρ συντεώτεροι τῶν ἀδελφῶν τῷ τοῦ Θεοῦ φόβῳ κρατοῦνται, βεβαίως τῷ καλῷ περιμένοντες (52)· οἱ δὲ νωθέστεροι καὶ ῥαθυμότεροι καὶ ὑπὸ τῆς περὶ ἀνθρώπους αἰδοῦς, καὶ τῆς ἐπηρτημένης ἐξ ἀνθρώπων ἀνάγκης πρὸς τὸ καλὸν παιδαγωγοῦνται καὶ διεύθυνονται. Ἄν τοίνυν ὁ ῥαθυμώτερος ἴδῃ ἐξὼν αὐτῷ μετὰ ἀδείας ἀποφεύγειν τοὺς ἐν τῷ ἄπαξ αἱρεθέντι συστήματι πόνους, καὶ μεθίστασθαι πρὸς ἑτέραν καταγωγὴν, καὶ βιοῦν ἀφυλάκτως καὶ ἀκρατῶς, εὐκόλως ἀπορρήγνυται,