Ancient Greek
726.1
Basilius Theol., Constitutiones Asceticae [Sp.] 726.1
Unproofread scanNot analysed yet
καὶ τῆς αὐτοῦ ἀπωλείας ἔνοχος ὁ προχειρώμενος ὑποδεχόμενος ἔσται. Καὶ τὸ κακὸν τοῦτο προβαίνον πολλάκις καὶ τοὺς καλῶς ὁδεύοντας τῆς ὀρθῆς ὁδοῦ καὶ δικαίας ἐξίστησιν: καὶ ἡ τῶν πάντων ἀπώλεια ἐπὶ τὸν διδόντα τὰς ἀφορμὰς τοῖς ὀλισθήμασι σωρευθήσεται. Ἵνα οὖν μὴ τοῦτο γένηται, τοὺς ἀποστατοῦντας τῶν ἀδελφῶν ἢ νουθετοῦμεν καὶ ἐπανάγωμεν ὅθεν ἐξέβησαν, ἢ μὴ πειθομένους ἡμῖν φυλαττόμεθα, καὶ τὴν συντυχίαν αὐτῶν παραιτούμεθα, καὶ τοῖς ἀδελφοῖς πᾶσι τοῦτο παρεγγυοῦμεν: ὥστε ἢ αὐτοὺς γοῦν (53) ἐκείνους σωφρονισθέντας τῇ τοιαύτῃ ἀποστροφῇ ἐπανελθεῖν ἐπὶ τὴν οἰκείαν μάνδραν, καὶ ὑπὸ τῷ ἀποκληρωθέντι ποιμένι ποιμαίνεσθαι, ἢ εἰ ἐκεῖνοι ἐμμένοντες τῇ ἀθετήσει τῆς πνευματικῆς κοινωνίας, τοὺς γοῦν λοιποὺς θεασαμένους ὅπως βδελυκτὸν γεγόνاسι, σωφρονισθῆναι τῷ ὑποδείγματι, καὶ ψεύσιν τὴν (54) μίμησιν τὴν αἰσχύνην ἀποδιδράσχοντας.