Ancient Greek
726.2
Basilius Theol., Constitutiones Asceticae [Sp.] 726.2
Unproofread scanNot analysed yet
2. Ὅτι δὲ οὐκ ἐμοὶ ταῦτα λόγοι, ἀλλ᾽ ἐναργεῖς λόγοι τοῦ Πνεύματος, αὐτὰ τὰ Παύλου ῥήματα παραθήσομαι, δι᾽ ὧν τοὺς ἀκρατῶς βιούτας ἐκόλασε μετὰ τῶν ἄλλων καὶ τοὺς μεθυστάς καὶ τοὺς λοιδοροὺς ἐπιτιμίοις ὑποβάλλων. Ἐὰρ γὰρ τις ἀδελφὸς ἢ πόρνος (55), φησίν, ἢ λοιδορος, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Καὶ πάλιν ἐτέρωθι περὶ τῶν μηδὲν ἐργαζομένων, ἀλλὰ περιεργαζομένων, ἔλεγεν: Τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμιγνύσθε αὐτῷ. Ὅτι δὲ ὁ πρὸς ἐκ τοῦ Πνεύματος συμβάσεις παραστῶν τὰ χειρόνα τῶν λοιδορῶν, καὶ τῶν μεθυόντων, καὶ τῶν ἐν ἀργίᾳ διατελούντων τολμᾷ, παντὶ πού δήλον ἐστιν. Ὥστε ἀκολούθως ὁ λόγος τὸς καταλύοντας τὴν πνευματικὴν εὐτάξιαν τῆς ὁμιλίας τῶν φυλαττόντων αὐτὴν εἴρξαι καὶ ἀποκωλύσαι (56) παρεγγυᾷ. Τότε δὲ μόνον ἀνεπιτίμητον προσῆκει μένειν ἀδελφοῦ χωρισμόν, ἡνίκα ἂν χρείαν τοῦ προσεστῶτος ἐπ᾽ οἰκονομίαν τινὶ γένηται.