Ancient Greek
777.2
Basilius Theol., De Baptismo Libri Duo 777.2
Unproofread scanNot analysed yet
ΛΟΓΟΣ Β’. Πῶς βαπτίζεται τις τὸ ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ βάπτισμα (53). 1. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολὴν δεδωκότος ἡμῖν ἀγαπᾶν ἀλλήλους, καθὼς αὐτὸς ἠγάπησέν ἡμᾶς· καὶ διὰ Παύλου τοῦ Ἀποστόλου διδάσκοντος ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἐν ἀγάπῃ, τὸ ἐπίταγμα τῆς ὑμετέρας ἐν Χριστῷ εὐλαβείας, τὸ περὶ τοῦ κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνδοξοτάτου βαπτίσματος, προθύμως ἐδεξάμεν, οὐχ ὡς πρὸς ἀξίαν εἰπεῖν τι δυνάμενος, ἀλλ’, ὡς ἡ τὰ δύο λεπτά βαλοῦσα χήρα, συνευφερόμενος. Καὶ ἐν τούτῳ δὲ τῆς παρὰ τῶν ἀγαπώντων τὸν Κύριον εὐχῆς μοι χρεία, ἵνα Θεοῦ τοῦ ἀγαθοῦ χάριτι καὶ τοῦ Χριστοῦ αὐτοῦ, τὸ ἅγιον καὶ ἀγαθὸν Πνεῦμα, ὑπομιμνήσκων καὶ διδάσκων ἡμᾶς ἃ ἂν παρὰ τοῦ Κυρίου ἀκούσῃ, κατευθύνῃ τὸν τὸ νοῦν ἡμῶν εἰς ὅδὸν εἰρήνης, καὶ τὸν ὑγιῆ λόγον εἰς τὴν τῆς πίστεως οἰκοδομὴν, ὥστε πληρωθῆναι ἡμῖν τὸ καὶ ὑμῖν τό· «Δίδου σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται. »Πλὴν εἰδέναι χρή, ὅτι πρῶτον μαθητευθῆναι δεῖ, καὶ οὕτως τοῦ θαυμασιωτάτου βαπτίσματος καταξιωθῆναι. Οὕτως γὰρ αὐτὸς ὁ Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστός, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἐντεῖλατο τοῖς ἑαυτοῦ (54) μαθηταῖς. Παραδεδώκαμεν οὖν ὑμῖν ἀναγκαίως κατ’ ἰδίαν καὶ τὰ περὶ τῶν θελόντων γενέσθαι Χριστοῦ μαθητῶν παρ’ αὐτοῦ τοῦ Κυρίου εἰρημένα, ὀλίγον γοῦν ἐκ πολλῶν νημηνονευσάντων. Ἐπειδὴ δὲ τὸ μὲν ἄνδρες γεννηθῆναι ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ ἐπαγγέλλεται, τὸ δὲ ἐξ ὕδατος καὶ πνεύματος γεννηθῆναι εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, λογίζομαι ἀναγκαῖον εἶναι ὀλίγα ἐκ πολλῶν τῶν περὶ τῆς βασιλείας τῶν οὐρανῶν εἰρημένων παραθέσθαι, ἵνα κατὰ μηδένα τρόπον ἀπολειφθῶμεν ταύτης. Οὐ γὰρ μικρὸν ἐν βίῳ,