Ancient Greek
778.1
Basilius Theol., De Baptismo Libri Duo 778.1
Unproofread scanNot analysed yet
τὸ παρὰ μικρόν, εἴπε τις τῶν παρ' ἡμῖν σοφῶν, καὶτοῖς πλείστοις δῆλον ἐξ αὐτῶν τῶν πραγμάτων. πλὴν (55) δὲ καὶ βεβαιότερον ἐκ τῆς περὶ τῶν ἱε-ρέων, καὶ τῶν προσφερομένων ζῴων εἰς θυσίαν,ἀκριβολογίας ἐστὶ πληροφορηθῆναι· ἐν οἷς εἰ μι-κρὸν τις ἁμῶμα ἐφανερώθη, ἢ λώβησις οὐχὶ παντὸςμέλους, ἀλλὰ τούτου τοῦ μέρους, ὥσπερ γέγραπται,λοβοῦ ὠτίου (56), οὔτε ὁ ἄνθρωπος ἐνεκρίνετο εἰςἱερωσύνην, οὔτε τὸ ζῷον εὐπρόσδεκτον ἦν εἰς θυσίαν· τοῦ μὲν Ἀποστόλου εἰπόντος· Ταῦτα μὲν τυπικῶς· συνέβαινεν ἐκεῖνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν,εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκε (57)· τοῦδὲ Κυρίου φανερῶς τὴν ὑπεροχὴν δείξαντος ἐν τῷεἰπεῖν· Τοῦ ἱεροῦ μεῖζον (58) ὧδε· καὶ περισσο-τέρως δείξαντος τὴν ἐπιμέλειαν τῆς ψυχῆς ἀκριβε-στέραν ποιεῖσθαι ἡμᾶς, ἐν τῷ εἰπεῖν· Ὁ παρ-εδώθη πολὺ, περισσότερον ἀπαιτήσονται αὐτόν. 2. Μνημονεύσωμεν οὖν περὶ τῆς βασιλείας τῶνοὐρανῶν. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὅτε ἤ-σθη εἰς τὸ ὄρος, καὶ τὴν ἀρχὴν τῆς διδασκαλίας διὰτῶν μακαρισμῶν ἐποιεῖτο, πρῶτον μακαρισμὸνἐκήρυξε τὴν ἐπαγγελίαν ἔχοντα βασιλείας οὐρανῶν. Εἶπε γάρ· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτιαὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἐν δὲ τῷὀγδόῳ μακαρισμῷ φησί· Μακάριοι οἱ δεδιωγμένοιἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶνοὐρανῶν. Καὶ πάλιν τὴν ἐν τῷ καιρῷ τῆς ἀνταπο-δόσεως εὐλογίαν διὰ τῆς παραβολῆς τοῦ ποιμένοςπροφητεύσας, λέγει· Δεῦτε, οἱ εὐλογημένοι τοῦΠατρὸς μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖνβασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπεῖνασα γάρκαὶ ἐδώκατέ μοι φαγεῖν, καὶ τὰ ἕτερα. Ἐν δὲ τῷκατὰ Λουκᾶν Εὐαγγελίῳ, ἐν ἑτέρῳ καιρῷ καὶ τόπῳ,καθὼς τὰ γεγραμμένα δηλοῖ, πάλιν μακαρισμούςἐκτιθέμενος, φησί· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύ-ματι (59), ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρα-νῶν· καὶ πάλιν· Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον,ὅτι ἠδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δοῦ-ναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχονταὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλ-λάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέλειπτον ἐντοῖς οὐρανοῖς. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα. δι'ὧν βασιλείας οὐρανῶν καταξιούται τις. Ὅν δὲ ἄνευἀδύνατόν ἐστιν (60) εἰσελθεῖν εἰς τὴν βασιλείαντῶν οὐρανῶν, ἐν μὲν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳἀποφαίνεται ὁ Κύριος, καὶ φησίν· Ἐὰν μὴ περισ-σώσῃ ὑμῶν ἡ δικαιοσύνη πλεῖον τῶν γραμματέων καὶΦαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶνοὐρανῶν· καὶ πάλιν· Ἐὰν μὴ στραφῆτε, καὶ